Decree of systema of presbyteroi (of Magnesia Mai.)
concerning giving oil to city, with list of allowances for three
officials; AD 117/138; found at Magnesia Mai.: Cousin &
Deschamps, BCH 12, 1888, 204-223; *IMagnesia 116 + p. 296.
[ ]
IMagn 116 + p. 296
| 1 | ἀγαθῇ τ<ύ>χῃ· |
| ἐπὶ στεφανηφόρου Κλαυδίας Οὐειουδανῆς Βερενείκης | |
| νε(ωτέρας), μ<η>νὸς Γενεσιῶνος ιηʹ ἔδοξεν τῷ συστήματ<ι> | |
| τῶν πρεσβυτέρων, γνώμη Τιβερίου Κλαυδίου Τιβερίου | |
| 5 | υἱοῦ Κυρίνα Διοφάντου Αἰλιανοῦ τοῦ γραμματέως· |
| ἐπεὶ ἐν τοῖς εὐτυχεστάτοις καιροῖς τοῦ Αὐτοκράτορος | |
| Τραιανοῦ Ἁδριανοῦ Καίσαρος Σεβαστοῦ πάντα προσήκει | |
| τὰ εὔχρηστα τοῖς ἀνθρώποις ἐπ<ὶ> τὸ κρεῖσσον αὔ[ξ]ειν, | |
| ἡ δὲ τοῦ ἐλαίου χρῆσίς ἐστιν κατάλληλος μάλιστα | |
| 10 | καὶ ἀνανκαιοτάτη τοῖς σώμασιν τῶν ἀνθρώπων |
| καὶ πλέον τοῖς τῶν γερόντων, τὸ δὲ διδόμενον παρὰ τῆς | |
| πόλεως ἐφ’ ἑκάστῃ ἡμέρᾳ ἐλαίου ἑ<ξ>άχουν ἔχει μὲν <τ>ειμήν, | |
| αὔταρκες δὲ οὔκ ἐσ<τι>, καὶ καλῶς ἔχει προστεθῆναι τοσοῦτον ἐκ | |
| τῶν τῆς γερουσίας προσόδων ὅσον δυνήσεται καὶ τὴν τῆς πό- | |
| 15 | λεως δόσιν κοσ<μ>εῖν καὶ ἐ<ξ>αρ̣κεῖν ποιεῖν πᾶσιν κατὰ τὸ δυνα- |
| τὸν τοῖς μετέχουσιν· τύχῃ ἀγαθῇ· δεδόχθαι ἐκ τῶν φιλαν- | |
| θρώπων ὧν ἐλά{ι}μβαν<ον> {²⁶ἐλάμβανον}²⁶ ὅ τε λειτουργὸς καὶ ὁ ἀντιγραφεὺς | |
| καὶ ὁ πραγματικός, προϋφαιρουμένων τῷ μὲν λειτουργῷ τῶν | |
| ὡρισμένων ❦ <𐆖> τ<ξ>εʹ ❦, τῷ δὲ ἀντιγραφεῖ τῶν ὡρισμένων ❦ <𐆖> φʹ ❦, τῷ δὲ πραγ- | |
| 20 | ματικῷ τῶν ὡρισμένων ❦ <𐆖> ψνʹ ❦, τὰ λοιπὰ χωρεῖν εἰς τὴν ἀγορα- |
| σίαν τοῦ ἐφ’ ἑκάστῃ ἡ̣μέρᾳ ὡρισμ<έν>ου τριχοῦ ἐλαίου, τὸ δὲ περισσ- | |
| εῦσα<ν> μετὰ τὸν ἐνιαυτὸν τοῦ ἀλείμματος ἐκ τούτων τῶν πόρων ἀρ- | |
| γύριον διανέ{ι}με<ι>ν {²⁶διανέμειν}²⁶ τ̣ὸν <γ>ραμματῆ <τῇ τ>ρια<κ>άδι τοῦ Ἀρτε<μι>σιῶ<ν>ος μη- | |
| νός, μὴ πλέον? ἐπονομάζον<τ>α τὴν διανομὴν γυμνασιαρχικήν, <τ>ὸ<ν δ’ ἴ>διον | |
| 25 | λόγον ἀποτίθεσθαι τούτων τῶν προσόδων καὶ ἐξόδων, ε<ἶ>να<ι δ>ὲ |
| [ἀ]<σ>άλευτο<ν> καὶ ἀμετάθετον τὴν περὶ τούτων | |
| διάταξιν, τὸν δὲ μεταψηφισάμενον {μενον} <ταῦ>τα γραμμα- | |
| τέα ἢ εἰς ἄλλο τι χρησάμενον ἢ εἰς μόνα τὰ γεγραμμένα | |
| ἐν τῷδε τῷ ψηφίσματι ὑπεύθυνον εἶναι τῇ γερουσίᾳ 𐆖 ͵βφʹ | |
| 30 | ὑπετάγη δὲ τῷ ψηφίσματι ἃ ἐλάμβανον φιλάνθρωπα ὅ τε |
| λειτουργὸς καὶ ὁ ἀντιγραφεὺς καὶ ὁ πραγματικὸς πρὸς τὸ | |
| εἰδέναι τὸν κατ’ ἐνιαυτὸν ἐσόμενον γραμματῆ ἃ δεῖ εἰσ- | |
| πράσσειν αὐτὸν κατὰ τόδε τὸ ψήφισμα καὶ εἰς ἃ δεῖ ἀναλίσκειν· | |
| λειτουργοῦ· καύσεως βαλανείου ἑκατοστή, ἐκγδόσεως λεν- | |
| 35 | τίων ἑκατοστή, πανδοκε̣[ίο]υ̣ μαγειρείου ταρειχοπωλίου πιθῶνος |
| ἑκατοστή, κόλλυβοι οἱ γεινόμενοι· Λεοντίης· πυρῶν μέ(διμνον) αʹ κρει- | |
| θῶν μέ(διμνον) αʹ Ὠλασήας· ἰσχάδων κα(λάθιον) αʹ Πετρεέντος· ἰσχάδων | |
| ἡμικαλάθιον· Καρήας καὶ Ἀτειμητιανοῦ· πυρῶν με(δίμνους) βʹ Πλοίου | |
| Ἀκονῶν· πυρῶν τε(τάρτας?) βʹ Ἀμμοσώρων· πυρῶν μέ̣(διμνον) αʹ Κονκάρου· | |
| 40 | πυρῶν μέ(διμνον) αʹ Κυβισθίης· πυρῶν μέ(διμνον) αʹ Λύχνων· πυρῶν μέ(διμνον) αʹ |
| Οὔρων· πυρῶν μέ(διμνον) αʹ ἀντιγραφέως τραπεζωνίας 𐆖 λζʹ< | |
| μαγειρικῆς καὶ ἰχθυϊκῆς <> 𐆖 οεʹ λαχανικῆς καὶ καταπρα- | |
| τικοῦ 𐆖 νδʹ καύσεως βαλανείου 𐆖 λζʹ< Ἀδρύης· | |
| ἐλαίου με(δίμνους) βʹ οἴνου με(δίμνους) βʹ πυρῶν με(δίμνους) βʹ ἐλαιῶν μέ̣(διμνον) αʹ | |
| 45 | Λεοντίης· πυρῶν μέ(διμνον) αʹ κρειθῶν μέ(διμνον) αʹ Γρυλλίης· πυρῶν |
| μέ̣(διμνον) αʹ κρειθῶν με̣(δίμνους) βʹ. Καρήας καὶ Ἀτειμητιανοῦ· πυρῶν | |
| με̣(δίμνους) βʹ. Ὠλασήας· πυρῶν μέ̣(διμνον) αʹ Πετρεέντος· ἰσχάδων ἡμι- | |
| καλάθιον. Πλοίου Ἀκονῶν· πυρῶν τε(τάρτας) βʹ Ἀμμοσώρων· | |
| πυρῶν μέ(διμνον) αʹ Κονκάρου· πυρῶν μέ(διμνον) αʹ Κυβισθίης· | |
| 50 | πυρῶν μέ(διμνον) αʹ Λύχνων· πυρῶν μέ(διμνον) αʹ Οὔρων· πυρῶν |
| μέ(διμνον) αʹ τῶν εἰσερχομένων ἐφήβων καὶ μοιρῶν ἑκαστου | |
| 𐆖 αʹ< Καίσαρος ἑστίας ἑκάστης φυλῆς 𐆖 αʹ· ἀπὸ τῆς | |
| μισθώσεως τῶν ἐν Μυρσιλείᾳ ἀγρῶν παρασπορᾶς | |
| ὀνόματι 𐆖 ρνʹ. ὀψωνίου 𐆖 τξεʹ. | |
| 55 | πραγματικοῦ· σαλαρίου 𐆖 τξεʹ· τῶν πωλου- |
| μένων καὶ μισθουμένων καὶ ἐκγδιδομένων | |
| ἑκατοστή· Καίσαρος ἑστίας ἑκάστης φυλῆς 𐆖 αʹ | |
| τῶν εἰσερχομένων ἐφήβων καὶ μοιρῶν ἑκάστου 𐆖 αʹ<. | |
| Λεοντίης· πυρῶν μέ(διμνον) αʹ κρειθῶν μέ(διμνον) αʹ Γρυλλίης· | |
| 60 | πυρῶν μέ̣(διμνον) αʹ κρειθῶν με̣(δίμνους) βʹ. Οὐρων· κρειθῶν μέ̣(διμνον) αʹ· Ἁλώνων |
| οἰνου μέ̣(διμνον) αʹ Ὠλασήας· πυρῶν μέ̣(διμνον) αʹ· ἰσχάδων κα(λάθιον) αʹ· ἐλαίου | |
| μέ(διμνον) αʹ· ἐλαιῶν μέ(διμνον) αʹ· Ἀδρύης· πυρῶν μέ(διμνον) αʹ· ἰσχάδων κα(λάθιον) αʹ· | |
| ἐλαίου μέ(διμνον) αʹ· ἐλαιῶν μέ(διμνον) αʹ· οἴνου μέ(διμνον) αʹ· Πετρεέντος· | |
| ἰσχάδων κα(λάθιον) αʹ Πλοίου Ἀκονῶν· πυρῶν τε(τάρτας?) βʹ Ἀμμοσώρων· | |
| 65 | πυρῶν μέ(διμνον) αʹ Κονκάρου· πυρῶν μέ(διμνον) αʹ Κυβισθίης· πυρῶν |
| μέ(διμνον) αʹ. Λύχνων· πυρῶν· μέ̣(διμνον) αʹ. Οὔρων· πυρῶν· μέ̣(διμνον) αʹ Καρήας· | |
| καὶ Ἀτειμητιανοῦ· πυρῶν με(δίμνους) βʹ. |