Decree of systema of presbyteroi (of Magnesia Mai.) concerning giving oil to city, with list of allowances for three officials; AD 117/138; found at Magnesia Mai.: Cousin & Deschamps, BCH 12, 1888, 204-223; *IMagnesia 116 + p. 296.  
[ ] IMagn 116 + p. 296
1 ἀγαθῇ τ<ύ>χῃ·
ἐπὶ στεφανηφόρου Κλαυδίας Οὐειουδανῆς Βερενείκης
νε(ωτέρας), μ<η>νὸς Γενεσιῶνος ιηʹ ἔδοξεν τῷ συστήματ<ι>
τῶν πρεσβυτέρων, γνώμη Τιβερίου Κλαυδίου Τιβερίου
5 υἱοῦ Κυρίνα Διοφάντου Αἰλιανοῦ τοῦ γραμματέως·
ἐπεὶ ἐν τοῖς εὐτυχεστάτοις καιροῖς τοῦ Αὐτοκράτορος
Τραιανοῦ Ἁδριανοῦ Καίσαρος Σεβαστοῦ πάντα προσήκει
τὰ εὔχρηστα τοῖς ἀνθρώποις ἐπ<ὶ> τὸ κρεῖσσον αὔ[ξ]ειν,
ἡ δὲ τοῦ ἐλαίου χρῆσίς ἐστιν κατάλληλος μάλιστα
10 καὶ ἀνανκαιοτάτη τοῖς σώμασιν τῶν ἀνθρώπων
καὶ πλέον τοῖς τῶν γερόντων, τὸ δὲ διδόμενον παρὰ τῆς
πόλεως ἐφ’ ἑκάστῃ ἡμέρᾳ ἐλαίου ἑ<ξ>άχουν ἔχει μὲν <τ>ειμήν,
αὔταρκες δὲ οὔκ ἐσ<τι>, καὶ καλῶς ἔχει προστεθῆναι τοσοῦτον ἐκ
τῶν τῆς γερουσίας προσόδων ὅσον δυνήσεται καὶ τὴν τῆς πό-
15 λεως δόσιν κοσ<μ>εῖν καὶ ἐ<ξ>αρ̣κεῖν ποιεῖν πᾶσιν κατὰ τὸ δυνα-
τὸν τοῖς μετέχουσιν· τύχῃ ἀγαθῇ· δεδόχθαι ἐκ τῶν φιλαν-
θρώπων ὧν ἐλά{ι}μβαν<ον> {²⁶ἐλάμβανον}²⁶ ὅ τε λειτουργὸς καὶ ὁ ἀντιγραφεὺς
καὶ ὁ πραγματικός, προϋφαιρουμένων τῷ μὲν λειτουργῷ τῶν
ὡρισμένων ❦ <𐆖> τ<ξ>εʹ ❦, τῷ δὲ ἀντιγραφεῖ τῶν ὡρισμένων ❦ <𐆖> φʹ ❦, τῷ δὲ πραγ-
20 ματικῷ τῶν ὡρισμένων ❦ <𐆖> ψνʹ ❦, τὰ λοιπὰ χωρεῖν εἰς τὴν ἀγορα-
σίαν τοῦ ἐφ’ ἑκάστῃ ἡ̣μέρᾳ ὡρισμ<έν>ου τριχοῦ ἐλαίου, τὸ δὲ περισσ-
εῦσα<ν> μετὰ τὸν ἐνιαυτὸν τοῦ ἀλείμματος ἐκ τούτων τῶν πόρων ἀρ-
γύριον διανέ{ι}με<ι>ν {²⁶διανέμειν}²⁶ τ̣ὸν <γ>ραμματῆ <τῇ τ>ρια<κ>άδι τοῦ Ἀρτε<μι>σιῶ<ν>ος μη-
νός, μὴ πλέον? ἐπονομάζον<τ>α τὴν διανομὴν γυμνασιαρχικήν, <τ>ὸ<ν δ’ ἴ>διον
25 λόγον ἀποτίθεσθαι τούτων τῶν προσόδων καὶ ἐξόδων, ε<ἶ>να<ι δ>ὲ
[ἀ]<σ>άλευτο<ν> καὶ ἀμετάθετον τὴν περὶ τούτων
διάταξιν, τὸν δὲ μεταψηφισάμενον {μενον} <ταῦ>τα γραμμα-
τέα ἢ εἰς ἄλλο τι χρησάμενον ἢ εἰς μόνα τὰ γεγραμμένα
ἐν τῷδε τῷ ψηφίσματι ὑπεύθυνον εἶναι τῇ γερουσίᾳ 𐆖 ͵βφʹ
30 ὑπετάγη δὲ τῷ ψηφίσματι ἃ ἐλάμβανον φιλάνθρωπα ὅ τε
λειτουργὸς καὶ ὁ ἀντιγραφεὺς καὶ ὁ πραγματικὸς πρὸς τὸ
εἰδέναι τὸν κατ’ ἐνιαυτὸν ἐσόμενον γραμματῆ ἃ δεῖ εἰσ-
πράσσειν αὐτὸν κατὰ τόδε τὸ ψήφισμα καὶ εἰς ἃ δεῖ ἀναλίσκειν·
λειτουργοῦ· καύσεως βαλανείου ἑκατοστή, ἐκγδόσεως λεν-
35 τίων ἑκατοστή, πανδοκε̣[ίο]υ̣ μαγειρείου ταρειχοπωλίου πιθῶνος
ἑκατοστή, κόλλυβοι οἱ γεινόμενοι· Λεοντίης· πυρῶν  μέ(διμνον) αʹ  κρει-
θῶν  μέ(διμνον) αʹ  Ὠλασήας· ἰσχάδων  κα(λάθιον) αʹ  Πετρεέντος· ἰσχάδων
ἡμικαλάθιον· Καρήας καὶ Ἀτειμητιανοῦ· πυρῶν  με(δίμνους) βʹ  Πλοίου
Ἀκονῶν· πυρῶν  τε(τάρτας?) βʹ  Ἀμμοσώρων· πυρῶν  μέ̣(διμνον) αʹ  Κονκάρου·
40 πυρῶν  μέ(διμνον) αʹ  Κυβισθίης· πυρῶν  μέ(διμνον) αʹ  Λύχνων· πυρῶν  μέ(διμνον) αʹ 
Οὔρων· πυρῶν  μέ(διμνον) αʹ  ἀντιγραφέως τραπεζωνίας 𐆖 λζʹ<
μαγειρικῆς καὶ ἰχθυϊκῆς <> 𐆖 οεʹ  λαχανικῆς καὶ καταπρα-
τικοῦ  𐆖 νδʹ  καύσεως βαλανείου  𐆖 λζʹ<  Ἀδρύης·
ἐλαίου  με(δίμνους) βʹ  οἴνου  με(δίμνους) βʹ  πυρῶν  με(δίμνους) βʹ  ἐλαιῶν  μέ̣(διμνον) αʹ 
45 Λεοντίης· πυρῶν  μέ(διμνον) αʹ  κρειθῶν  μέ(διμνον) αʹ  Γρυλλίης· πυρῶν
 μέ̣(διμνον) αʹ  κρειθῶν με̣(δίμνους) βʹ.  Καρήας καὶ Ἀτειμητιανοῦ· πυρῶν
 με̣(δίμνους) βʹ.  Ὠλασήας· πυρῶν  μέ̣(διμνον) αʹ  Πετρεέντος· ἰσχάδων ἡμι-
καλάθιον.  Πλοίου Ἀκονῶν· πυρῶν  τε(τάρτας) βʹ  Ἀμμοσώρων·
πυρῶν  μέ(διμνον) αʹ  Κονκάρου· πυρῶν  μέ(διμνον) αʹ  Κυβισθίης·
50 πυρῶν  μέ(διμνον) αʹ  Λύχνων· πυρῶν μέ(διμνον) αʹ  Οὔρων· πυρῶν
μέ(διμνον) αʹ  τῶν εἰσερχομένων ἐφήβων καὶ μοιρῶν ἑκαστου
𐆖 αʹ< Καίσαρος ἑστίας ἑκάστης φυλῆς 𐆖 αʹ· ἀπὸ τῆς
μισθώσεως τῶν ἐν Μυρσιλείᾳ ἀγρῶν παρασπορᾶς
ὀνόματι 𐆖 ρνʹ.  ὀψωνίου 𐆖 τξεʹ.
55 πραγματικοῦ· σαλαρίου 𐆖 τξεʹ· τῶν πωλου-
μένων καὶ μισθουμένων καὶ ἐκγδιδομένων
ἑκατοστή· Καίσαρος ἑστίας ἑκάστης φυλῆς 𐆖 αʹ
τῶν εἰσερχομένων ἐφήβων καὶ μοιρῶν ἑκάστου 𐆖 αʹ<.
Λεοντίης· πυρῶν  μέ(διμνον) αʹ  κρειθῶν  μέ(διμνον) αʹ  Γρυλλίης·
60 πυρῶν  μέ̣(διμνον) αʹ  κρειθῶν με̣(δίμνους) βʹ.  Οὐρων· κρειθῶν μέ̣(διμνον) αʹ· Ἁλώνων
οἰνου  μέ̣(διμνον) αʹ  Ὠλασήας· πυρῶν  μέ̣(διμνον) αʹ· ἰσχάδων κα(λάθιον) αʹ· ἐλαίου
μέ(διμνον) αʹ· ἐλαιῶν μέ(διμνον) αʹ· Ἀδρύης· πυρῶν μέ(διμνον) αʹ· ἰσχάδων κα(λάθιον) αʹ·
ἐλαίου μέ(διμνον) αʹ· ἐλαιῶν μέ(διμνον) αʹ· οἴνου μέ(διμνον) αʹ· Πετρεέντος·
ἰσχάδων  κα(λάθιον) αʹ  Πλοίου Ἀκονῶν· πυρῶν  τε(τάρτας?) βʹ  Ἀμμοσώρων·
65 πυρῶν  μέ(διμνον) αʹ  Κονκάρου· πυρῶν  μέ(διμνον) αʹ  Κυβισθίης· πυρῶν
μέ(διμνον) αʹ.  Λύχνων· πυρῶν· μέ̣(διμνον) αʹ.  Οὔρων· πυρῶν· μέ̣(διμνον) αʹ Καρήας·
καὶ Ἀτειμητιανοῦ· πυρῶν  με(δίμνους) βʹ.
Search Help
Contact Us