Decree (of Magnesia Mai.) calling for posting of documents
concerning boundary dispute between Magnesia Mai. and Priene;
190/140 BC; found at Magnesia Mai.: *IMagnesia 93.a; Syll2 928;
IPriene 531I; **Syll3 679.I (ll. 2-3, 7, 8, 13, 14, 17, 18, 20,
22, 24, 27, 28, 29, 30, 31, 32); **Wilhelm, NBeiträge VI 33 (ll.
31-32).
[ ]
IMagn 93a
1 | [․․․․․c.15․․․․․․]ν δῆμος ․․․․․․․c.18․․․․․․․ε․․οσ[․․․․․․․․․c.22․․․․․․․․․] |
․․κατε̣σχηκὼς τὴν χώραν, ὅπως οἱ δικασταὶ προκ̣[ρ]ίν[ω]σι τ̣οῖς Μυλ[ασέων νόμοις καὶ] | |
[ὅρι]α στήσωσιν, γράψαντος δὲ καὶ τοῦ στρατηγοῦ τοῦ Ῥωμαίων [Μαάρκου Αἰμυλίου πρὸς] | |
[τ]ὴν ἡμετέραν πόλιν, ἵνα κριθῶμεν, καὶ πρὸς τὴν Μυλασέων πόλιν, [ἵνα ἀποστείλωσι δικασ]- | |
5 | τήριον, καὶ τοῦ δήμου ἐξαποστείλαντος πρὸς Μυλασεῖς ἄνδρας καλ[οὺς καὶ ἀγαθοὺς ἐπὶ] |
[τ]ὴν αἴτησιν τοῦ δικαστηρίου, Μυλασεῖς ἀκόλουθα πράσσοντε[ς] τῆι [ὑπαρχούσηι περὶ] | |
ἑαυτοὺς καλοκἀγαθίαι καὶ βουλόμενοι κατακολουθεῖν τοῖς τε ὑπὸ [τῆς συγκλήτου] | |
δεδογματισμένοις καὶ τῆι ἀπεσταλμένῃ πρὸς αὐτοὺς ἐπι[σ]τολ[ῆι ὑπὸ Μαάρκου] | |
ἐχειροτόνησαν δικαστὰς καλοὺς καὶ ἀγαθούς, οἳ καὶ ἐπελθόντες [ἐπὶ τὴν χώραν ἡ]- | |
10 | μέρας καὶ πλείονας διήκουσαν παραχρῆμά τε ἐπὶ τῶν τόπων [καὶ μετὰ ταῦτα ἐν] |
τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ ἐμ Μυοῦντι· τῶν δὲ θεῶν μετὰ τῆς τοῦ σ[τρατηγοῦ δικαι]- | |
οσύνης ἐπιτεθεικότων τέλος τῆι κρίσει καὶ νενικηκότος πάλιν τοῦ δή[μου ἡμῶν τὸν δῆμον τῶν] | |
Πριηνέων, καθῆκόν ἐστιν τοῖς τε ἐπιγινομένοις τὰ περὶ τούτων ὑπο[δ]ε[δηλωμένα φανερὰ] | |
ὑπάρχειν καὶ τὸ πλῆθος εὐχάριστον φαίνεσθαι πρὸς τοὺς καλοὺς καὶ [ἀ]γαθ[οὺς τῶν ἀνδρῶν,] | |
15 | δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπῃνῆσθαι τούς τε ἐγδίκους καὶ τοὺς ․ε[—] |
ἐπὶ τῶι προθύμως προ{σ}στῆναι {²⁶προστῆναι}²⁶ ὑπὲρ τῶν τῆς πατρίδος δικαίων, [χειροτονηθῆναι δὲ] | |
ἄνδρα, ὃς μετὰ τοῦ ἀρχιτέκτονος Κρατίνου ἐγδώσει κα[τ]ασκευάσα[ι στήλην λευ]- | |
κοῦ λίθου, ἣν καὶ στησάτω πλησίον τῆς προϋπαρχούση[ς] π[ερὶ τούτ]ο[υ τοῦ πράγματος,] | |
καὶ ἀναγραψάτω τό τε ψήφισμα τόδε καὶ τὸ δόγμα τῆς συγκλήτου καὶ τὴν [ἐ]π[ιστ]ο[λὴν] | |
20 | [τ]ὴν γραφεῖσαν ὑπὸ Μαάρκου πρὸς Μυλασεῖς καὶ τὸ ψήφισμα καθ’ ὃ [ἡιρέθη] Μ[υ]- |
λασέων τὸ δικαστήριον καὶ τὴν Μυλασέων ἀπόκρισιν καὶ τὴν ἀπό[φασιν τῶν δικασ]- | |
τῶν καὶ τὰ ὀνόματα πατρόθεν τῶν τε δικαιολο[γ]ηθέντων [π]ε[ρὶ τῆς χώρας δι]κα[σ]τ̣ῶ̣ν̣ | |
καὶ τῶν ἐγδίκων, ὁμοίως δὲ καὶ τῶν δικαστοφυλακησάντων ἀνδρῶν ἐπειδὴ πάντες τὴν | |
[καθ’] αὑτοὺς χρείαν παρέσχοντο μετὰ πάσης σπουδῆς καὶ προθυμίας [τῆι πόλει καὶ φιά]- | |
25 | λην κατασκευα[σάτω] χ<αλ>κῆν, ἣν καὶ στησάτω ἐπὶ τῆς παραστάδος τῆς νοτία̣ς̣ με<τ’> ἐπιγ̣ρ̣α̣φ̣[ῆς] |
τῆσδε· "ὁ δῆμος νικήσας τὸ δεύτερον Πριηνεῖς τῆι ὑπὲρ τῆς χώρας κρί[σει ἐπὶ Μυλα- | |
[σέ]ων δικαστηρίου, ἐγδικησάντων τῶν ὑπογεγραμμένων [ἐγδίκ]ων καὶ ε[․․․c.10․․․ τῆι] π[ατρί]- | |
δι καὶ Ἀρτέμιδι Λευκοφρυηνῆι" καταχρησάσθω [δὲ ὁ] χειροτονηθησόμεν[ος ἀνὴρ χρυσοῖς ἥ]- | |
λοις εἰς τὴν παραστάδα, ὅθεν ἂν ὁ ἀρχιτέκτ[ω]ν πα[ρα]δη[λώσηι· τὸ δὲ ἀνάλωμα τὸ εἰς] | |
30 | ταῦτα προχορηγησάτω Παυσανίας ὁ νεωκόρος τῆς Ἀ[ρ]τέμιδος τῆς Λευκο[φρυηνῆς παρ’ ἑαυτοῦ, κομι]- |
σ̣άσθ̣ω̣ δὲ ἐκ τῶν ἐσομένων προσόδων ἐ[κ] τῆς ἱερᾶς χώρ[ας] πάσης τῆς [Ἀρτέμιδος ἕως] | |
[τ]οῦ ἀποκατασταθῆναι αὐτῶι πάντα τὰ π[ροχορηγηθ]ησόμ<ε>να [—] | |
[․․․․․․․․․․c.24․․․․․․․․․․]ε̣ο̣[․․․․․c.14․․․․․]ροσ․ετοι[—] |