Honorary decree of demos (of Magnesia Mai.) for Teos and
agreeing to accept honors for Glaukos Admetou; prob. II1; found
at Magnesia Mai.: *IMagnesia 97, ll. 48-93 (PH, part);
**Holleaux, REA 3, 1901, 129 (ll. 71-72).
[ ]
IMagn 97.48-93
48 | π̣ρὸς τὸ Τηΐω̣[ν·] |
[ἔδοξ]ε̣ν τῶι δήμωι· Δημοφῶν <Δ>ημοκράτου ε[ἶπεν·] | |
50 | [ἐπειδ]ὴ Τήϊοι ψήφισμά τε καὶ πρεσβευτὰς ἀ̣[ποστεί]- |
[λαν]τες Ἀπολλώνιον Μελανίππου Μελά̣[νιπ]- | |
[πον Ἀ]πολλωνίου τοὺς ἀνοίσαντας πρὸς [ἡμᾶς] | |
[τὰς δ]εδομένας ὑφ’ αὑτῶν τιμὰς Γλαύκωι [Ἀδ]- | |
[μήτ]ου τῶι παρ’ ἡμῖν προσαγορευομένω[ι Ἀρτεμι]- | |
55 | [δώρω]ι Ἀδμήτου {και} παρακαλοῦσιν ἡμᾶς συ[γ]- |
[γενε]ῖς ὄντας διὰ προγόνων τὴν πᾶσαν [σπου]- | |
[δὴν καὶ ἐ]πιμέλειαν ποιήσασθαι, ὅπως τὸ [ψήφισμα,] | |
[καθ’ ὃ τ]ε̣τίμηται Γλαῦκος Ἀδμήτου Μάγνης, ἀ̣[να]- | |
[γραφῆι] ε̣ἰς στήλην λιθίνην καὶ σταθῆι ἐν τῶ[ι ἐπι]- | |
60 | [φανεσ]τάτωι τόπωι, καὶ ὅπως ὁ στέφανος, [ὧι ἐστε]- |
[φάνωκ]ε̣ν ὁ δῆμος ὁ Τηΐων αὐτόν, ἀναγγελῆι ἐν [τοῖς] | |
[Διονυσί]οις οἷς συντελοῦ<μ>εν, ἐνεφάνιζον [δὲ καί,] | |
[ὅτι ταῦ]τα ποιήσαντες ἀκόλουθα πράξουσ[ιν τῆι] | |
[προϋπα]ρχούσηι φιλίαι ταῖς πόλεσι πρὸς ἀλ[λήλας καὶ] | |
65 | [χαριο]ύμεθα τῶι δήμωι τῶι Τηΐων, διελέγ[ησαν] |
[δὲ περὶ] τ̣ούτων καὶ οἱ πρεσβευταὶ μετὰ πάση̣[ς φιλο]- | |
[τιμίας] ἀκολούθως τοῖς ἐν τῶι ψηφίσματι γ̣[ε]- | |
[γραμμένοις, δε]δόχθαι τῶι δήμωι ἐπηινῆσθαι μὲ[ν] | |
[Τηΐους ἐπὶ τ]ῶι τιμᾶν τοὺς καλοὺς κἀγαθοὺς [ἄν]- | |
70 | [δρας κ]α̣ὶ ἀποκρίνασθαι αὐτοῖς ὅτι ὁ δῆμος ὁ Μ̣[αγνή]- |
[των βουλόμε]νος χαρίζεσθαι τῶι δήμωι τῶν Τηΐω[ν, ἀκό]- | |
[λουθα? πρά]σσων τῆι προϋπαρχούσηι φιλίαι ταῖ[ς πό]- | |
[λεσι πρὸς ἀλλήλα]ς τὰς δεδομένας τιμὰς Ἀρτεμιδώ[ρωι] | |
[δέχεται μετ]ὰ̣ πάσης προθυμίας καὶ καθότι παρ[ακα]- | |
75 | [λοῦσι] π̣οιήσ̣[ε]ται τὴν ἀναγραφὴν τοῦ ψηφίσματ̣[ος καὶ] |
[τὴν ἀν]άθεσ[ιν] τῆς στήλης ἐν τῶι ἐπιφανε[στάτωι] | |
[τόπ]ω̣ι, ποιήσε̣ται δὲ καὶ τὴν ἀναγγελίαν τ[οῦ στε]- | |
[φάνου,] κ̣αθότι ἀξιοῦσιν· ὅπως δὲ καὶ τὸ ψήφισ[μα τὸ] | |
[παρὰ] Τηΐων, καθ’ ὃ τετίμηται Ἀρτεμίδωρος Ἀ[δμήτου] | |
80 | [ὁ ὑπὸ] Τηΐων ἀπὸ τ̣ο̣ῦ παρωνύμου Γλαῦκος Ἀ[δμήτου] |
[προσ]αγορευόμενο̣ς, ἀναγραφὲν εἰς στήλ[ην λιθί]- | |
[νην ἀν]ατεθῆι εἰς το [ἱε]ρὸ̣ν τῆς Ἀρτέμιδος τ[ῆς Λευκο]- | |
[φρυην]ῆς, ἐπιμελὲς [π]οιήσασθαι τοὺς ἐνε[στηκότας] | |
[οἰκονόμ]ους, τῆς δὲ ἀναγγελίας τοῦ στε[φάνου ποι]- | |
85 | [ήσασ]θαι τὴν ἐπιμέλειαν τοὺς ἀγωνοθέτ̣[ας τοῦ μου]- |
[σικο]ῦ̣ τοὺς ἐπὶ Λάμπωνος, ἐπηινῆσθαι δὲ [καὶ τοὺς] | |
[πα]ρὰ Τηΐων πρεσβευτὰς Ἀπολλώνιον κ[αὶ Με]- | |
[λάνιπ]πον ἐπὶ τῆι φιλοτιμίαι, ἀποσταλ̣ῆναι δὲ αὐ- | |
[τοῖ]ς καὶ ξένια τὰ κατὰ [τ]ὸ ψ[ή]φισμα· [καλεί]- | |
90 | [τω δ’] α̣ὐτοὺς καὶ ὁ στεφανηφόρος ε̣ἰ̣ς̣ [τὸ πρυτα]- |
[νεῖ]ον· ἵνα δὲ καὶ ἀσφαλῶς παραπεμφθ[ῶσιν,] | |
[το]ὺς πολεμάρχας καὶ τοὺς ἱππάρχ[ας τὴν] | |
[ἐ]πιμέλειαν ποιήσασθαι. |