Honorary decree of demos of [Magnesia] (Mai.) for theoroi from [Magnesia] (Mai.) to Dionysiac technitai in Teos, for koinon of Dionysiac technitai, and for presbeutai from Dionysiac technitai; IIIe/IIb; found at Magnesia Mai.: *IMagnesia 89, ll. 52-87; **Wilhelm, JÖAI 4, 1901 Beibl. 30 (ll. 57, 67); **Wilhelm, Hermes 41, 1906, 71 (ll. 76-77).  
[ ] IMagn 89.52-87
52 [πρὸς τὸ κοινὸν τῶν περὶ τ]ὸν Διόνυσον τεχν[ιτῶν·]
[— Ἀ]λ̣ε̣ξάνδρου εἶπεν· ἐπειδ̣[ὴ οἱ]
[περὶ τὸν Διόνυσον τεχνῖται ἀποστείλα]ντ̣ε̣ς ψήφισμά τε καὶ πρεσ[βευ]-
55 [τάς, γνόντες ὅτι εὐσεβῶς μὲν διακε]ίμεθα πρὸς τὸ [θ]εῖον, οἰκεί[ως δὲ]
[πρὸς τὸ κοινὸν τῶν περὶ τὸν Διόν]υ̣σον τεχνιτῶν, καὶ διότι οἱ θε[ωροὶ]
[οἱ παρ’ ἡμῶν παραγενόμενοι εἰς Τέων ἀπέ]δ̣ωκαν τὰ ψηφίσματα κα̣[ὶ αὐτοὶ]
[διελέγησαν πᾶσαν σπουδὴν κα]ὶ προθυμίαν ὑπὲρ τοῦ δή̣-
[μ]ου πο[ιούμενοι, ἐνεφάνιζόν τε τὴν τοῦ] δήμου εὔνοιαν, ἐψηφισμ[ένοι εἰ]-
60 [σὶν καὶ κα[τεύχεσθαι ἐν ταῖς θ]υσίαις Ἀρτέμιδι Λευκοφρυ[ηνῆι τῆι]
[ἀρχηγέτιδι τῆς πόλεως τῆς Μαγνήτων καθό]τ̣ι καὶ τῶι Ἀπόλλωνι τῶ[ι Πυθίωι τι]-
μῶντες τὴν [τῆς θεοῦ ἐπιφάνειαν καὶ τὸν ἡμέτερον δῆμον· ἐμφανίζουσι δὲ]
κ̣αὶ οἱ ἀποστ[αλέντες θ]ε̣ω̣[ρο]ὶ ὑπὸ τοῦ δήμου ὅτι οὐθὲν ἐλλε[ίπει τὸ κοι]-
ν̣ὸν τῶν περὶ τ[ὸν Διόν]υ̣σον τεχνιτῶν εἰς τὸ συναύξειν τὰ τ[ίμια καὶ ἔν]-
65 [δ]οξα τῆι πόλει̣ ἡ̣[μ]ῶ̣ν, ἐπαινοῦσι δὲ καὶ τοὺς θεωροὺς Ἐπίκου[ρον Ἀγαρίσ]-
[τ]ου, Πυθόδοτον Χαρισίου, Πρύτανιν Πυρωνίδου ὅτι καὶ πρότε[ρον ἀπο]-
[σ]τ̣αλέντες παρεπιδήμησάν τε{ς}
ἀξίως τοῦ δήμου καὶ τ̣[οῦ κοινοῦ]
[τ]ῶν περὶ τὸν Διόνυσον τεχνιτῶν καὶ τὰς θυσίας συνετέλ[εσαν κα]-
70 [λ]ῶς καὶ ἐνδόξως καὶ πολλοῖς τῶν τεχνιτῶν εὐχρήστους [ἑαυτοὺς]
[π]αρεσκεύασαν καὶ κοινῆι τῆς συνόδου πρόνοιαν ἐποιοῦντ̣[ο, δεδό]-
[χ]θαι τῶι δήμωι· ἐπῃνῆσθαι μὲν τὸ κοινὸν τῶν περὶ τὸν Διόνυ[σον τε]-
χνιτῶν ἐπὶ τῆι εὐνοίαι καὶ τῆι αἱρέσει ἧι ἔχει εἰς τὸν δῆμο[ν, ἐπῃνῆ]-
[σ]θ̣αι δὲ καὶ τοὺς θεωροὺς Ἐπίκουρον Ἀγαρίστου, Πυθόδοτ̣[ον]
Χ̣αρισίου, Πρύτανιν Πυρωνίδου καὶ στεφανωθῆναι αὐτ̣[οὺς ἐν]
75 [τ]οῖς Διονυσίοις, καθότι ἠξίωκεν τὸ κοινὸν τῶν περὶ τ[ὸν Διόνυ]-
[σ]ον τεχνιτῶν, τῆς δὲ ἀναγγελίας τοῦ στεφάνου το[ὺς ἀγωνοθέ-
[τ]ας τοῦ μουσικοῦ τὴν ἐπιμέλειαν ποιήσασθαι, ἐπῃν̣[ῆσθαι δὲ]
[κ]αὶ τοὺς πρεσβευτὰς τοὺς ἀπεσταλμένους ὑπὸ τ̣[οῦ κοινοῦ]
τ̣ῶν περὶ τὸν Διόνυσον τεχνιτῶν Σέλευκον Μνησι[πτολέμου]
80 [Θ]έρσανδρον Ἑρμίου, ἀναγραφῆναι δὲ καὶ τὰ ψηφίσμ̣[ατα τό τε]
π̣αρὰ τοῦ κοινοῦ τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν κα[ὶ τοῦτο εἰς]
στήλην λευκοῦ λίθου καὶ ἀνατεθῆναι ἐν τῶι ἱερῶι τ[ῆς Ἀρτέμι]-
δος τῆς Λευκοφρυηνῆς ἐν τῶι ἐπιφανεστάτωι [τόπωι,]
[τ]ὸ δὲ ἀνάλωμα τὸ ἐσόμενον εἴς τε τὴν στήλην καὶ τ[ὴν ἀναγρα]-
85 [φ]ὴν τῶν ψηφισμάτων ὑπηρετῆσαι τοὺς οἰκονόμους [ἐκ τῶν πό]-
[ρ]ων ὧν ἔχουσιν εἰς πόλεως διοίκησιν· καλεσάτω [δὲ τοὺς]
[πρ]εσβευτὰς ὁ στεφανηφόρος εἰς τὸ πρυτανεῖον.
Search Help
Contact Us