Honorary decree of demos (of Magnesia Mai.) for (no name) for contribution towards building of theater, on base; IIb; found at Magnesia Mai.: Hiller, MDAI(A) 19, 1894, 8, no. 1; *IMagnesia 92.a; **Holleaux, REA 5, 1903, 219-220 (ll. 1-4).  
[ ] IMagn 92a
1 [․․․․․․․․c.21․․․․․․․․․ τ]ῆς πόλ[εως·] στῆσαι δὲ αὐ[τοῦ ἐικόνας δύο χαλκᾶς, τὴμ]
[μὲν μίαν ἐν τῆι ἀγορᾶι, τὴν] δὲ ἑτέραν ἐν τῶι θεάτρωι, τὸ δὲ ἀ[νά]λωμ̣[α τὸ εἰς τὴν ποί]-
[ησιν τούτων καθὰ καὶ] τ̣ῆς προεψηφισμ̣ένης εἰκόνος Ἀπολλοφάν[ει καὶ τὴν]
[ἀναγραφὴν τῶν ψηφι]σ̣μάτων ὑπηρετῆσαι τὸν ἀποδειχθησόμενον ἄν[δρα ἐπὶ]
5 [τῆς κατασκευῆς τ]οῦ θεάτρου ἐκ τῶμ προσόδων τῶν ἐψηφισμένων εἰς τὴ̣[ν κατα]-
[σκευὴν τοῦ θεά]τρου, εἰσκηρύσσεσθαι δὲ αὐτὸγ καὶ εἰς προεδρίαν μετὰ [τῶν ἄλ]-
[λων εὐεργετ]ῶν ἐν τοῖς ἀγῶσιν οὓς ἂν ὁ δῆμος συντελῆι, ἵνα πάντε[ς εἰδῶ]-
[σιν ὡς ὁ δῆμ]ο̣ς εὐχάριστος ὢν τοῖς καλοῖς καὶ ἀγαθοῖς τῶν ἀνδρῶν κ[αὶ αὐ]-
[τὸν εὐεργ]ετοῦσιν καταξίας χάριτας ἀποδίδωσιν τῶν εὐεργεσιῶν· τοὺς [δὲ προ]-
10 [έδρους π]οιῆσαι ψηφοφορίαν κατὰ τὸν νόμον καὶ πάντων συντελεσθέντων, ὧ[ν ὁ]
[νόμος] συντάσσει, κύρια εἶναι τὰ ἐψηφισμένα· ἀναγραφῆναι δὲ καὶ τόδε τὸ ψήφ[ισμα]
[ἐς στή]λην λιθίνην καὶ στῆσαι παρὰ τὴν εἰκόνα τὴν ἐν τῆι ἀγορᾶι καὶ εἰς τὸ βῆμα
[τῆς εἰκ]όνος τῆς ἐν τῶι θεάτρωι· λελύσθαι δὲ καὶ εἴ τι ψήφισμα ἐναντίον ἐστὶ
[τῶιδε τ]ῶι ψηφίσματι κατ’ αὐτὸ τοῦτο καθ’ ὅ ἐστιν ἐναντίον.  τῶμ προέδρωμ̣ [ποι]-
15 [ησάντ]ων τὴμ ψηφοφορίαν κατὰ τὸν νόμον ψῆφοι ἐπηνέχθησαν τετρα[κισχί]-
[λιαι ἑξ]ακόσιαι ἑβδομήκοντα ὀκτώ.
Search Help