Honorary decree of [boule and] demos of Magnesia (Mai.) for [ ... ] Euktemonos of Abdera, giving him proxeny; III1; found at Magnesia Mai.: *IMagnesia 11 + p. 295; **Wilhelm, JÖAI 8, 1905, 5 (l. 1).  
[ ] IMagn 11 + p. 295
1 [ἐπὶ Ἄλκιος σ]τεφανηφοροῦντος μηνὸς Σμισιῶν̣ος
[․c.5․ καὶ δεκ]άτηι, φυλὴ προήδρευεν Ἀφροδισιάς, προ̣-
[έδρων ἐπεστά]τ̣ει Ἀρτεμίδωρος Πρωτεσίλα, ἐ-
[γραμμάτευε Πα]γ̣κ̣ρατίδης Ἀλκίνου, ἐκκλησίας̣
5 [κυρίας γενομένη]ς ὑπὲρ ἑξακοσίων· ἔδοξε̣[ν]
[τῆι βουλῆι καὶ τῶι] δ̣ήμωι· Διονύσιος Ἴκα ε̣ἶπεν·
[ἐπειδὴ ․․․c.10․․․] Εὐκτήμονος Ἀβδηρίτης
[εὔνους κ]αὶ πρόθυμος ὢν διατελεῖ καὶ
[κοινῆι τῶι δήμ]ωι καὶ ἰδίαι τ[ῶ]ν πολιτῶν τοῖς ἐντυγ-
10 [χάνουσι χρείας] π̣αρέχετ̣α̣ι̣ πάντα ποιῶν τὰ δίκαια
[․․c.8․․․ δεδό]χθαι τῶι δήμωι, ἐπαινέσαι μὲν
[․․c.8․․․ ἀρετῆ]ς ἕνεκα καὶ εὐνοίας ἧς ἔχων δια[τελ]εῖ̣
[πρὸς τὸν δῆμον τὸν] Μαγνήτων καὶ δεδόσθαι αὐτῶι πρ̣ο̣-
[ξενίαν καὶ πολιτεία]ν̣ καὶ ἔγκτησιν καὶ προεδρίαν ἐν ἅπασ[ιν]
15 [τοῖς ἀγῶσιν καὶ ἀτέ]λ̣ειαν πάντων ὧν ἂν εἰς τὸν ἴδιο[ν]
[οἶκον εἰσάγηται ἢ] ἐξάγηται ἢ διάγηται καὶ ἐμ πολέ-
[μωι καὶ ἐν εἰρήνηι ἀ]συλεὶ καὶ ἀσπονδεί, καὶ ἔστω̣
[αὐτῶι ἐμ πρυτανεί]ωι σίτησις, καὶ ἔφοδον ἐπὶ τὴμ
[βουλὴν καὶ τὰς ἀρχὰς] πάσ̣α̣ς̣ καὶ τὸ[ν] δ̣ῆμον πρώ-
20 τωι μετὰ τὰ ἱερά, καὶ με]τέχειν δ̣ὲ̣ α̣ὐ̣[τὸν τῶν ἱ]ερῶν
[ὧν καὶ οἱ λοιπ]οὶ [Μάγνητες μετέχο]υ̣σι[ν.]
Search Help
Contact Us