Honorary decree of boule and demos of Magnesia (Mai.) for Polemarchos Athenagorou of Samos, giving him proxeny; III1; found at Magnesia Mai.: *IMagnesia 6.  
[ ] IMagn 6
1 ἐπὶ Μιννίωνος μηνὸς Ἡραιῶνος
δευτέρηι [ν]ουμηνίης, φυλὴ προή-
δρευεν Ἑρμηΐς, προέδρων ἐπεστά-
[τ]ει Λυκομήδης Βατταλίνου, ἐγρα-
5 [μ]μάτευεν Ἀναξίλας Πυθοβίου· ἔ-
δοξεν τῆι βουλῆι καὶ τῶι δήμωι·
Σάμιος Διονυσίου εἶπεν· ἐπειδὴ
Πολέμαρχος Ἀθηναγόρου Σάμι-
ος εὔνους καὶ πρόθυμός ἐστι πε-
10 ρὶ τὸν δῆμον τὸμ Μαγνήτων καὶ
κοινῆι καὶ ἰδίαι τοῖς ἐντυγ-
χάνουσι τῶν πολιτῶν χρήσιμο-
ς ὢν διατελεῖ, δεδόχθαι τῶι δή-
μωι, δεδόσθαι αὐτῶι προξενίαν
15 καὶ πολιτείαν καὶ προεδρίαν
ἐν τοῖς ἀγῶσι καὶ εἰσαγωγὴν
καὶ ἐξαγωγὴν καὶ ἐμ πολέμωι καὶ ἐν εἰρή-
[ν]ηι ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἔφοδον ἐπ[ὶ]
[τὰ] ἀρχεῖα πάντα καὶ τὸν δῆμον πρώτω[ι]
20 [μετ]ὰ τὰ ἱερὰ καὶ ἀτέλειαν πάντων ὧν ἂν
[εἰσ]άγηι ἤ ἐξάγηι ἤ διάγηι εἰς τὸν ἴδιον οἶκον̣·
[τα]ῦτα δὲ ὑπάρχειν αὐτῶι καὶ ἐκγόνοις.
Search Help
Contact Us