Honorary decree of boule and demos of Magnesia (Mai.) for
Polemarchos Athenagorou of Samos, giving him proxeny; III1; found
at Magnesia Mai.: *IMagnesia 6.
[ ]
IMagn 6
1 | ἐπὶ Μιννίωνος μηνὸς Ἡραιῶνος |
δευτέρηι [ν]ουμηνίης, φυλὴ προή- | |
δρευεν Ἑρμηΐς, προέδρων ἐπεστά- | |
[τ]ει Λυκομήδης Βατταλίνου, ἐγρα- | |
5 | [μ]μάτευεν Ἀναξίλας Πυθοβίου· ἔ- |
δοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· | |
Σάμιος Διονυσίου εἶπεν· ἐπειδὴ | |
Πολέμαρχος Ἀθηναγόρου Σάμι- | |
ος εὔνους καὶ πρόθυμός ἐστι πε- | |
10 | ρὶ τὸν δῆμον τὸμ Μαγνήτων καὶ |
κοινῆι καὶ ἰδίαι τοῖς ἐντυγ- | |
χάνουσι τῶν πολιτῶν χρήσιμο- | |
ς ὢν διατελεῖ, δεδόχθαι τῶι δή- | |
μωι, δεδόσθαι αὐτῶι προξενίαν | |
15 | καὶ πολιτείαν καὶ προεδρίαν |
ἐν τοῖς ἀγῶσι καὶ εἰσαγωγὴν | |
καὶ ἐξαγωγὴν καὶ ἐμ πολέμωι καὶ ἐν εἰρή- | |
[ν]ηι ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἔφοδον ἐπ[ὶ] | |
[τὰ] ἀρχεῖα πάντα καὶ τὸν δῆμον πρώτω[ι] | |
20 | [μετ]ὰ τὰ ἱερὰ καὶ ἀτέλειαν πάντων ὧν ἂν |
[εἰσ]άγηι ἤ ἐξάγηι ἤ διάγηι εἰς τὸν ἴδιον οἶκον̣· | |
[τα]ῦτα δὲ ὑπάρχειν αὐτῶι καὶ ἐκγόνοις. |