Honorary decree of boule and demos of Magnesia (Mai.) for Ouli[a]de[s] and Me[no]n of Liạ[ ... ], giving them proxeny; III1; found at Magnesia Mai.: *IMagnesia 9 + p. 295; **Wilhelm, JÖAI 4, 1901 Beibl. 21, 27 note 6 (l. 26); **Wilhelm, JÖAI 8, 1905, 4-5 (ll. 1, 10).  
[ ] IMagn 9 + p. 295
1 ἐπὶ Ἄλκιος? στεφανηφ[όρο]υ μηνὸς
Ἡραιῶνος ἑπ̣τακαιδε[κά]τηι, [φ]υλῆ[ς]
προεδρευούσης Ἀρηΐδ̣ος, προέδ[ρω]ν
ἐπιστατοῦντος Μάνδρ[ω]νος τοῦ Ἀπολ-
5 λωνοφάνους, γραμματεύοντος [Παγ]κ̣[ρα]-
τίδου τοῦ Ἀλκίνου, ἐκ[κ]λησίας κ[υρ]ί-
ας γενομένης ὑπὲρ [ἐξ]ακοσίων· ἔδο-
ξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Φι[λ]ό̣λα[ος]
Δ̣αμάλου εἶπεν· ἐπειδὴ Οὐλι[ά]δη[ς]
10 ․․ζ․υ̣σ[․․ κ]αὶ Μ[ηνόδ]ωρος Ο[ὐ]λιάδο[υ]
εὖνοι καὶ πρόθυ[μ]οί εἰσ[ι]ν περὶ τὸν
δῆμον τὸν Μαγνήτωγ καὶ κοι[ν]ῆι καὶ ἰδί-
αι τῶν πολιτῶν τοῖς ἐντυγχ[άνουσ]ι
χρήσιμοι ὄντες [δια]τελο[ῦσι, δεδόχθ]α[ι]
15 τῶι δήμωι, δεδόσ[θ]αι αὐτο[ῖς προξεν]ί-
αν πολιτείαν ἔγ[κ]τησιν [ἀτέλ]ειαν
π̣ά̣ντ[ων] καθότ κ]αὶ τοῖς [ἄλλοις] πρ[ο]-
ξένοις, ὑπάρ[χει]ν δὲ [αὐτοῖς κ]αὶ εἰ[σ]-
αγωγὴν καὶ ἐξαγωγὴν [κ]αὶ δ̣ι[αγωγ][ν]
20 ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ̣ [πολ]έμ[ωι]
[κ]αὶ ἐν εἰρήνηι [κ]αὶ προεδρίαν ἐν τοῖς
ἀγῶσιν καὶ ἱερῶ̣ν [με]τοχὴ[ν] καὶ τῶ̣ν [ἄλ]-
λων πάντων κα[θ]ότι καὶ τοῖς ἄλλοις
Μάγνησιν καὶ ἔ[φοδον ε]ἰς τὴ[μ] β[ο]υλὴν
25 καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά,
ταύτα δὲ εἶναι καὶ αὐτοῖς καὶ ἐκγόνοι[ς·]
ἐπικληρῶσαι δ’ αὐτ[ο]ὺς κα[ὶ] εἰς φυλὴν
ἣν ἄν αὐτοὶ βούλωνται, ἀναγράψαι δὲ τὸ
ψήφισμα τόδε εἰς στήλην λιθίνην καὶ
30 ἀναθεῖναι [εἰ]ς [τ]ὸ ἱερὸν τῆς Ἀρτέμιδος.
[λαχ]ον φυλ̣ὴν [—]
Search Help
Contact Us