Honorary decree of boule and demos of Magnesia (Mai.) for
Ouli[a]de[s] and Me[no]n of Liạ[ ... ], giving them proxeny;
III1; found at Magnesia Mai.: *IMagnesia 9 + p. 295; **Wilhelm,
JÖAI 4, 1901 Beibl. 21, 27 note 6 (l. 26); **Wilhelm, JÖAI 8,
1905, 4-5 (ll. 1, 10).
[ ]
IMagn 9 + p. 295
1 | ἐπὶ Ἄλκιος? στεφανηφ[όρο]υ μηνὸς |
Ἡραιῶνος ἑπ̣τακαιδε[κά]τηι, [φ]υλῆ[ς] | |
προεδρευούσης Ἀρηΐδ̣ος, προέδ[ρω]ν | |
ἐπιστατοῦντος Μάνδρ[ω]νος τοῦ Ἀπολ- | |
5 | λωνοφάνους, γραμματεύοντος [Παγ]κ̣[ρα]- |
τίδου τοῦ Ἀλκίνου, ἐκ[κ]λησίας κ[υρ]ί- | |
ας γενομένης ὑπὲρ [ἐξ]ακοσίων· ἔδο- | |
ξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Φι[λ]ό̣λα[ος] | |
Δ̣αμάλου εἶπεν· ἐπειδὴ Οὐλι[ά]δη[ς] | |
10 | ․․ζ․υ̣σ[․․ κ]αὶ Μ[ηνόδ]ωρος Ο[ὐ]λιάδο[υ] |
εὖνοι καὶ πρόθυ[μ]οί εἰσ[ι]ν περὶ τὸν | |
δῆμον τὸν Μαγνήτωγ καὶ κοι[ν]ῆι καὶ ἰδί- | |
αι τῶν πολιτῶν τοῖς ἐντυγχ[άνουσ]ι | |
χρήσιμοι ὄντες [δια]τελο[ῦσι, δεδόχθ]α[ι] | |
15 | τῶι δήμωι, δεδόσ[θ]αι αὐτο[ῖς προξεν]ί- |
αν πολιτείαν ἔγ[κ]τησιν [ἀτέλ]ειαν | |
π̣ά̣ντ[ων] καθότ[ι κ]αὶ τοῖς [ἄλλοις] πρ[ο]- | |
ξένοις, ὑπάρ[χει]ν δὲ [αὐτοῖς κ]αὶ εἰ[σ]- | |
αγωγὴν καὶ ἐξαγωγὴν [κ]αὶ δ̣ι[αγωγ]ὴ[ν] | |
20 | ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ̣ [πολ]έμ[ωι] |
[κ]αὶ ἐν εἰρήνηι [κ]αὶ προεδρίαν ἐν τοῖς | |
ἀγῶσιν καὶ ἱερῶ̣ν [με]τοχὴ[ν] καὶ τῶ̣ν [ἄλ]- | |
λων πάντων κα[θ]ότι καὶ τοῖς ἄλλοις | |
Μάγνησιν καὶ ἔ[φοδον ε]ἰς τὴ[μ] β[ο]υλὴν | |
25 | καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά, |
ταύτα δὲ εἶναι καὶ αὐτοῖς καὶ ἐκγόνοι[ς·] | |
ἐπικληρῶσαι δ’ αὐτ[ο]ὺς κα[ὶ] εἰς φυλὴν | |
ἣν ἄν αὐτοὶ βούλωνται, ἀναγράψαι δὲ τὸ | |
ψήφισμα τόδε εἰς στήλην λιθίνην καὶ | |
30 | ἀναθεῖναι [εἰ]ς [τ]ὸ ἱερὸν τῆς Ἀρτέμιδος. |
ἔ[λαχ]ον φυλ̣ὴν [—] |