Honorary decree of boule and demos of Magnesia (Mai.) for
Archelaos Airopou Makedon, giving him proxeny; III1; found at
Magnesia Mai.: *IMagnesia 5; **Wilhelm, JÖAI 4, 1904 Beibl. 21-22
(ll. 7, 16, 29).
[ ]
IMagn 5
1 | πρυτανεύοντος Ἀθηνοκρί- |
του μηνὸς Ἀρτεμισιῶν[ος] | |
δεκάτηι ἀπιόντος, φυλῆς πρ̣ο- | |
εδρευούσης Σελευκίδος, προ[έ]- | |
5 | δρων ἐπιστατοῦντος Ἀντι[ό]- |
[χ]ου το̣ῦ Ἀρτεμιδώρου, [γ]ραμμα- | |
τεύοντος Ἡγησίου τοῦ Φιλοκρ[ά]- | |
τους, ἐκκλησίας νομαίας κυρί- | |
ας γενομένης ὑπὲρ ἑξακοσίων· | |
10 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· |
Κλεάναξ Λεόντιος εἶπεν· ἐπειδὴ | |
Ἀρχέλαος Ἀιρόπο[υ] Μ[α]κ̣ε̣δὼν εὔ- | |
νους καὶ π[ρ]όθυμός ἐστιν [πε]ρὶ τὸν | |
δῆμον τὸμ Μαγνή[τ]ων [κ]αὶ κοινῆι | |
15 | καὶ ἰδίαι τ[ο]ῖς ἐντυγχάνο̣υσι τῶμ πο- |
λιτῶν, εἰς ὅτι? ἂμ παρακαλῆται, τὰς | |
χρείας παρέχεται, [δε]δόχθαι τῆι βου- | |
λ[ῆ]ι καὶ τῶι δήμωι, [ἐ]παιν[έσ]αι μὲν | |
Ἀρχ̣έλαον ἀρε[τ]ῆς ἕνεκ[α κ]αὶ εὐνοία[ς] | |
20 | ἧ[ς] ἔχων διατελεῖ περὶ τὸν δῆμον |
τὸμ Μαγνήτων, δεδόσθαι δ’ αὐτῶι̣ | |
προξενίαν καὶ πολιτεία[ν] καὶ ἔγκτη- | |
σιν πάντων καὶ ἔφοδον ἐπὶ τὴμ βου- | |
λὴν καὶ τὸν δῆμον πρώτωι μετὰ τὰ | |
25 | ἱερά, ὑπάρχειν δὲ αὐτῶι καὶ εἰσαγω- |
γὴν καὶ ἐξαγωγὴν καὶ ἐμ πολέμωι καὶ | |
ἐν εἰρήνηι ἀσυλεὶ καὶ ἀσπονδεί, εἶναι δ’ | |
αὐτῶι καὶ ἱερῶν μετοχὴν ὧν ἄν καὶ οἱ | |
ἄλλοι Μάγνητε̣ς μετέχω[σ]ιν, [τ]α[ῦ]τα δὲ? ὑ- | |
30 | [π]άρχειν αὐτ[ῶ]ι καὶ ἐκγόνοις, ἀν[αγ]ράψαι |
δὲ̣ τὸ ψήφισμα τόδε εἰστή[λη]ν λιθίνην | |
καὶ στῆσαι [ἐν τ]ῷ ἱε[ρῶι] τῆς Ἀ̣ρ̣τέμιδ[ος·] | |
εἰς δὲ τὸ ἀνάλωμα τὸν ταμία[ν τ]ὸ <μ>έρος̣ | |
ὑπηρετῆσαι· ἐπικληρῶσα[ι] δ’ αὐ[τὸ]ν καὶ εἰ[ς] φυ- | |
35 | [λ]ὴν ἣν ἂν αὐτὸς βούληται· ἔ[λ]αχε φυλὴ Διάς. |