Honorary decree of boule and demos of Magnesia (Mai.) for Apollonophane[s] <L>ysaniou Makedon from Lete, giving him proxeny; IVe/III1; found at Magnesia Mai.: *IMagnesia 2.  
[ ] IMagn 2
1 θεοί.
ἐπὶ Ἀπολλωνοφάνους πρυτα-
νεύοντος μηνὸς Παλλειῶνος
διχομηνίηι· φυλὴ προήδρευε
5 Ἱστιάς· προέδρων ἐπεστάτει
Θρασύβουλος Μενεδήμου·
γραμμάτευεν Πλείσταρχος
Λευκίππου· ἔδοξεν τῆι βουλῆι
καὶ τῶι δήμωι· Θεύδωρος Δώρου
10 εἶπεν· ἐπειδὴ Ἀπολλωνοφάνη[ς]
<Λ>υσανίου Μακεδὼν ἐγ Λητῆ̣[ς]
εὔνους καὶ πρόθυμός ἐστι̣ [πε]-
ρὶ τὸν δῆμον τὸμ Μαγνή[των,]
δεδόσθαι αὐτῶι προξε̣[νίην, πο]-
15 λιτείην, ἔγκτησι[ν, ἀτελείην]
π̣άντων, εἰσαγωγ[ὴγ καὶ ἐξαγωγὴγ]
καὶ ἐμ πολέμωι κ̣[αὶ ἐν εἰρήνηι]
ἀ̣συλεὶ καὶ ἀσπ[ονδεὶ καὶ προε]-
δρίαν ἐν [τοῖς ἀγῶσιγ καὶ ἔφοδον]
20 ἐπὶ τὰ[ς][ρχὰς καὶ τὸν δῆμον πρώ]-
τωι με̣[τὰ τὰ ἱερά, ἐπικληρῶσαι δὲ]
αὐτ[ὸγ καὶ εἰς φυλὴν ἣν ἄν αὐ]-
[τὸς βούληται —]
Search Help
Contact Us