Honorary decree of boule and demos of Magnesia (Mai.) for Aischrion A[m]ynta Make[don] of Aigai, giving him proxeny; III1; found at Magnesia Mai.: *IMagnesia 10; **Wilhelm, JÖAI 8, 1905, 5 (l. 1).  
[ ] IMagn 10
1 ἐπὶ στεφανηφόρου Ἄ̣[λκιος]
μηνὸς Ἀρτεμισιῶν[ο]ς [—]
ἱσταμ̣ένου, φυλὴ προή[δρευεν]
Ἑρμηΐς, προέδρων [ἐπεστάτει]
5 Μόν̣ι̣μο[ς] Καλλίππου· [Παγκρα]-
τίδης Ἀλκίνου ἐγραμ̣[μάτευεν·]
ἔδοξ[ε]ν τῆι βουλῆι κ[αὶ τῶι]
δήμωι, ἐκκλησίας̣ κυ[ρίας γε]-
νομένης ὑπὲρ ἑχξακοσ[ίων·]
10 Αἴσχρ[ω]ν Ἐπινίκου εἶπ[εν· ἐπειδὴ]
Αἰσχρίων Ἀ[μ]ύντα Μακε[δὼν]
[ἐξ] Α̣ἰγεῶν εὐεργε[τ]ῶν δια[τελεῖ]
[τὸν δῆμον τὸν Μαγνήτων καὶ]
τοῖς ἐντυγχάνουσ[ι τῶ]ν πολιτῶν
15 χρήσιμος ὢν τυγχάνει, δεδόχθαι
τῶι δήμωι δεδόσθαι αὐτῶι προξε-
νίαν κ[αὶ] πολιτείαν καθότι καὶ τοῖς
ἄλλοις εὐεργέταις, εἶναι δὲ αὐτῶι
καὶ ἔγκτησιν [κ]αὶ ἀτέλειαν ἁπάντω̣[ν]
20 ὧν ἄν εἰς τὸν ἴδιον οἶκον εἰσάγ[ηι]
[ἤ] ]άγη[ι], καὶ ὑπάρχειν δὲ αὐτῶι καὶ
εἰσαγωγὴν καὶ ἐξαγ[ω]γὴν ἀσυλεὶ
καὶ ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ ἐν εἰ-
[ρήν]ηι, εἶναι δὲ αὐτῶι καὶ προεδρίαν
25 ἐν τοῖς ἀγῶσιν καὶ ἔφοδον ἐπὶ τὴν
βουλὴν καὶ τὸν δῆμον πρώτ[ω]ι μετὰ
τὰ ἱερ[ά,] ἐπικλ[ηρῶ]σαι δὲ [α]ὐτ[ὸν] καὶ
εἰς [φ]υλὴν ἣν ἂν αὐτὸς βούληται.
ταῦτα δὲ εἶναι καὶ αὐτῶι καὶ ἐκγόνοις.
30 [ἀναγράψ]αι δὲ τόδε [τ]ὸ ψήφισμα εἰς
στήλην λιθίνην [καὶ] στ[ῆ]σαι ἐν [τῶι]
ἱερῶι τῆ[ς Ἀρτέμιδος.]
ἔλ[α]χε φ̣υ[λὴν] Δ̣ι̣ά̣[δα.]
Search Help
Contact Us