Honorary decree of boule and demos of Magnesia (Mai.) for
Aischrion A[m]ynta Make[don] of Aigai, giving him proxeny; III1;
found at Magnesia Mai.: *IMagnesia 10; **Wilhelm, JÖAI 8, 1905, 5
(l. 1).
[ ]
IMagn 10
1 | ἐπὶ στεφανηφόρου Ἄ̣[λκιος] |
μηνὸς Ἀρτεμισιῶν[ο]ς [—] | |
ἱσταμ̣ένου, φυλὴ προή[δρευεν] | |
Ἑρμηΐς, προέδρων [ἐπεστάτει] | |
5 | Μόν̣ι̣μο[ς] Καλλίππου· [Παγκρα]- |
τίδης Ἀλκίνου ἐγραμ̣[μάτευεν·] | |
ἔδοξ[ε]ν τῆι βουλῆι κ[αὶ τῶι] | |
δήμωι, ἐκκλησίας̣ κυ[ρίας γε]- | |
νομένης ὑπὲρ ἑχξακοσ[ίων·] | |
10 | Αἴσχρ[ω]ν Ἐπινίκου εἶπ[εν· ἐπειδὴ] |
Αἰσχρίων Ἀ[μ]ύντα Μακε[δὼν] | |
[ἐξ] Α̣ἰγεῶν εὐεργε[τ]ῶν δια[τελεῖ] | |
[τὸν δῆμον τὸν Μαγνήτων καὶ] | |
τοῖς ἐντυγχάνουσ[ι τῶ]ν πολιτῶν | |
15 | χρήσιμος ὢν τυγχάνει, δεδόχθαι |
τῶι δήμωι δεδόσθαι αὐτῶι προξε- | |
νίαν κ[αὶ] πολιτείαν καθότι καὶ τοῖς | |
ἄλλοις εὐεργέταις, εἶναι δὲ αὐτῶι | |
καὶ ἔγκτησιν [κ]αὶ ἀτέλειαν ἁπάντω̣[ν] | |
20 | ὧν ἄν εἰς τὸν ἴδιον οἶκον εἰσάγ[ηι] |
[ἤ] ἐ[ξ]άγη[ι], καὶ ὑπάρχειν δὲ αὐτῶι καὶ | |
εἰσαγωγὴν καὶ ἐξαγ[ω]γὴν ἀσυλεὶ | |
καὶ ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ ἐν εἰ- | |
[ρήν]ηι, εἶναι δὲ αὐτῶι καὶ προεδρίαν | |
25 | ἐν τοῖς ἀγῶσιν καὶ ἔφοδον ἐπὶ τὴν |
βουλὴν καὶ τὸν δῆμον πρώτ[ω]ι μετὰ | |
τὰ ἱερ[ά,] ἐπικλ[ηρῶ]σαι δὲ [α]ὐτ[ὸν] καὶ | |
εἰς [φ]υλὴν ἣν ἂν αὐτὸς βούληται. | |
ταῦτα δὲ εἶναι καὶ αὐτῶι καὶ ἐκγόνοις. | |
30 | [ἀναγράψ]αι δὲ τόδε [τ]ὸ ψήφισμα εἰς |
στήλην λιθίνην [καὶ] στ[ῆ]σαι ἐν [τῶι] | |
ἱερῶι τῆ[ς Ἀρτέμιδος.] | |
ἔλ[α]χε φ̣υ[λὴν] Δ̣ι̣ά̣[δα.] |