Decree of demos of (no name) accepting invitation of
Magnesia [M]ai. to Leukophryena, giving honors to presbeutai from
Magnesia (Mai.), and mentioning King Attalos (II) and Queen
Stratonike; 159/138 BC; found at Magnesia Mai.: *IMagnesia 87 +
p. 295; **OGIS 319 (ll. 25-27).
[ ]
IMagn 87 + p. 295
| 1 | [ἔδοξε τῶι δήμωι· στρα]τ̣ηγῶν γνώμη Λυκόφρονος τοῦ Ἀρτεμιδ̣[ώρου, ․c.4․] |
| [․․․․․c.15․․․․․․]ί̣μου, Βοήθου τοῦ Σίμωνος, Γα̣λ̣έστου τοῦ Διονυσίο[υ ․c.5․] | |
| [․c.6․․ προέ]δρου καὶ γραμματέως τοῦ δήμου Πόλ[λι]δος τοῦ Ἀπολλοφά- | |
| νου· ἐπειδὴ [Μ]άγν[ητ]ες οἱ ἐπ[ὶ Μ]αιάνδρου εὐνόως διακείμενοι τῶι δήμωι καὶ ὄν- | |
| 5 | τες οἰκεῖοι καὶ φίλοι πρότερόν τε φιλανθρώπως προσεφέροντο τῆι πόλει καὶ νῦν |
| ἀφεστάλκασ[ι]ν ψήφισμά τε καὶ πρεσβευτὰς καὶ θεωροὺς Λεοντίσκον καὶ Ἀ- | |
| πολλώνιον, παρακαλοῦντες προσδέξασθαι τ[ή]ν τε θυσίαν καὶ πανήγυριν | |
| καὶ ἐκεχειρ[ίαν κα]ὶ ἀγῶνα στεφανίτην ἰσοπύ[θι]ον μουσικόν τε καὶ γυμνικὸν | |
| καὶ ἱππικό[ν,] ὃν συντελοῦσιν τῆι ἀρχηγέτιδι τ[ῆς] π[όλ]εως Ἀρτέμιδι Λευκοφρυ- | |
| 10 | ηνῆι διὰ πέντε [ἐτῶ]ν κατὰ τὰς τοῦ θεοῦ τοῦ ἐν Δελφοῖς μαντείας, καὶ οἱ πρεσβευ- |
| ταὶ καὶ [θεωρ]οὶ̣ ἐλθόντες ἐπὶ τὴν ἐκκλησ[ί]αν διελέγησαν ἀκολούθως | |
| τοῖς ἐν [τῶι ψη]φίσματι κατακεχωρισμένοις, σπουδῆς καὶ φιλοτιμίας [οὐδ]ὲν | |
| ἐλλείποντε[ς], καὶ τὴ̣ν καταγγ[ε]λίαν ἐποιήσαντο πρεπόντως, τύχηι ἀγαθῆι | |
| δεδόχθαι· ἀποκρίνασθαι Μάγνησιν ὅτι ἀποδέ[χε]ται ὁ δῆμος τὰ ἐπηγγελμέ- | |
| 15 | να ἐπὶ σωτηρ[ί]α[ι] τοῦ τε βασιλέως Ἀττάλου Φιλαδέλφου καὶ Ἀθηναίου τοῦ |
| ἀδελφοῦ το[ῦ β]ασιλέως καὶ βασιλίσσης Στρατονίκης καὶ Ἀττάλου τοῦ υἱοῦ | |
| τοῦ βασιλ[έω]ς Εὐμένου καὶ τοῦ ἡμετέρου δήμου καὶ τοῦ Μαγνήτων, πέμπε[ιν] | |
| [δ]ὲ καὶ τὸν δῆμο[ν] καθ’ ἑκάστην πενταετηρίδα θεωροὺς τοὺς συντελέσ[οντ]ας | |
| [τὴν θυσίαν καὶ τὰ] ἄ̣λλα τὰ νομιζόμενα πάντα, διδόναι δὲ καὶ τοῖ[ς ἐπ]αν- | |
| 20 | [γ]έλλουσι τὰ [Λευκοφρυ]ηνὰ εἰς ἀπαρχὴν τῆι θεῶι δραχμὰς ἑ[κ]ατόν, ἑλέσθαι |
| δὲ καὶ θ̣ε̣ω̣ρ̣ο̣δ̣όκο[ν] τ̣ούτοις̣ <τοῖς> [π]αραγινομένοις [θεω]ροῖς [πα]ρὰ Μαγνήτων, | |
| ὑπάρχ[ειν δὲ τοῖς νικ]ῶσιν τ[ὰ] Λευκοφρυ[ηνὰ] ὅσ[α] καὶ [το]ῖς [τὰ] Πύθια νι- | |
| κήσασι, [ἐπῃνῆ]σθαι δὲ καὶ τοὺς ἀπεσταλμένους [ὑπ’ αὐ]τῶν πρεσβευ- | |
| τὰς κα[ὶ θεω]ρ[οὺς ἐπὶ τῆι] ἐπιδη[μ]ίαι ἧι ἐποι[ήσ]α[ν]το ἐν τῆι πόλ[ε]ι [μ]ετὰ πά- | |
| 25 | σης ε̣[ὐκο]σμ̣ία[ς καὶ ἐπι]σ̣τροφῆ[ι] τ̣οῖ̣ς β̣α̣σιλεῦσι, [τῆι] τε περὶ το[ῦ] |
| δήμου καὶ [τοῦ ἡμετέρο]υ καὶ [τ]ο[ῦ τῶν Μαγνήτων ἐπιμελείαι. δοῦναι δὲ] | |
| ἑκατὸν [δρ]α[χμὰς ἀργυρί]ου [ἐκ το]ῦ δη[μοσίου ․․․c.9․․․]εου |