Decree of demos of Tralles accepting invitation of Magnesia (Mai.) to Leukophryena and giving honors to [Magnesia (Mai.)] and theoroi from Magnesia (Mai.); IIm?; found at Magnesia Mai.: **IMagnesia 85 (l. 17); Holleaux, REA 5, 1903, 218; DeDecker, RPh 29, 1905, 164-166; SEG 4, 507; *ITralles 21.  
[ ] ITral 21
1 πα[ρὰ Τ]ραλλιανῶν·
[ἔδοξε τῶι δήμωι· στρατηγῶν γν]ώμη Διοκλείους, Ποσιδέου, Ἀριστέου, Οὐλιάδου, Π̣[—]
[— Χα]ρίνου [γ]ραμμ[α]τέω[ς] δή[μ]ου· ἐπειδὴ Μάγ̣νητε[ς] φίλοι καὶ ἀστυ[γείτονες ὑπάρχοντες]
[τῆς πόλεως π]ολλὰς ἀποδεί̣ξεις ἐμ πᾶσι τοῖς καιροῖς σπουδῆς καὶ ἐκτενεία[ς πεποίηνται]
5 [καὶ ἀκολουθοῦντες τῆ]ι τοῦ Πυθίου Ἀπόλλωνος μαντείαι κατὰ πενταετηρίδα τῇ ἀρχηγέτ[ιδι αὐτῶν Ἀρτέμιδι]
[Λευκοφρυη]νῆι θυσίαν τε καὶ πανήγυριν καὶ ἀγῶνα στεφ̣ανίτην ἰσοπύθιον γυμν[ικὸν ἱππικὸν μουσικὸν]
[πε]ποι[ήκ]ασιν καὶ πρὸς ἡμᾶς ψήφισμά τε καὶ πρεσβευτὴν Νικόδημ[ο]ν Μανδροκλ[είους πέμψαντες καὶ Νικό]-
[δη]μόν [τ]ε Μανδροκλείους νεώτερον καὶ Ἰσαγόραν Διαγόρου τοῦ Διαγόρου τοὺς παραγ[ενομένους θεωροὺς παρακαλοῦ]-
[σι σ]υναύξειν τὰς ἐψηφισμένας τῆι θεᾶι τι[μὰς] ἀκολούθως τῶι τοῦ θεοῦ χρησμῶι, καὶ ὁ [πρεσβευτὴς καὶ οἱ θεωροὶ ἐ]-
10 [πελ]θόντες ἐπὶ τὸν δῆμον διελέγησαν ἀ̣ξίως τῆς τε Ἀρτέμιδος τῆς Λευκοφρυηνῆς καὶ [τοῦ αὐτῶν καὶ τοῦ ἡ]-
[μ]ετέρου δήμου πᾶσαν σπουδὴν καὶ φιλοτιμίαν εἰσενεγκάμενοι καὶ τὴν ἀναστροφὴν ποι[ησάμενοι μετὰ πάσης εὐ]-
[κο]σμίας· ὅπ[ω]ς οὖν κα̣ὶ ἡ τοῦ [δή]μου πρός τε τ[ὴ]ν θεὰν ὁσιότης τε καὶ σπουδὴ ἔγδηλ[ος γένηται καὶ ἡ πρὸς]
[Μ]άγνητας ὑπάρχουσα ἐκ παλ[αι]ῶν χρόνων εὔνοιά τε καὶ φιλία πολλαπλασιόνως ἐ[παύξηται ἀκολού]-
θως τῆι ἀμφοτέρων τῶν πόλε[ων φιλοτι]μίαι  τύχηι ἀγαθῆι δεδόχθαι· ἐπῃνῆσθαί τε τὸ[ν Μαγνήτων δῆμον]
15 [ἐ]πὶ τῆι καλοκαγοθίαι καὶ τῆι [πρὸς] τ̣ὴν Ἄρτεμιν τὴν Λευκοφρυηνὴν καὶ τοὺς ἄλλο[υς θεοὺς εὐσεβείαι]
τε καὶ σπουδῆι καὶ τῆι πρὸς τὴν ἡμετέραν καὶ τοὺς Ἕλληνας εὐνοίαι καὶ [φιλοτιμίαι, δεδέχθαι τε τὴν]
θυσίαν καὶ τὴν πανήγυριν καὶ τοὺς ἀγῶνας ἰσοπυθίους καθότι ἐπηγγέλκασιν [οἱ θεωροὶ καὶ]
τὴν ἀσυλίαν καὶ τὴν καθιέρωσιν τῆς πόλεως καὶ τῆς χώ[ρ]ας αὐτῶν κατὰ τὴν [τοῦ θεοῦ μαντείαν,]
[ὑπ]άρχειν δὲ τοῖς νικῶσιν τῶν πολιτῶν ἆθλά τε καὶ σιτηρέσια καὶ τἆλλα τίμια ὅ[σα καὶ τοῖς νικήσασι]
20 τοὺς ἰσοπυθίους ἀγῶνας ὑπάρχει, ἐπῃνῆσθαι δὲ καὶ Νικόδημον καὶ Ἰσαγόρα[ν καὶ Νικόδημον τοὺς ἥκοντας]
πα[ρ’] αὐτῶν ἄνδρας ἐπί τε τῆι καλοκαγαθ[ί]αι καὶ τῆι πρὸς τὴν πατρίδα σπουδῆι κα[ὶ δοθῆναι]
ὑπὸ τῶν ταμιῶν εἰς ἀπαρχὴν τῆι θεᾶι δραχμὰς ἑκατόν, πεμφθῆναι δὲ τοῖς θεωροῖς κα[ὶ ξένια]
[κληθ]ῆναι δὲ αὐτοὺς καὶ ἐπὶ τὴν κοινὴν ἑστίαν τοῦ δήμου, κατ̣ασκευασθῆναι δὲ καὶ φ[ιάλην ἀπὸ δραχμῶν]
[․․․․․c.15․․․․․․]α̣κοσίων ἣγ καὶ ἀναθέτωσαν οἱ ἀποσταλησόμενοι ὑπὸ τ[ῆ]ς πόλεως θεωροὶ [εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος]
25 [τῆς Λευκοφρυηνῆ]ς ἐπιγράψαντες ὅτι ὁ δῆμος ὁ Τραλλιανῶν Ἀρτέμιδι Λευκοφρυ[ηνῆι ἀνέθηκεν]
[․․․․․․․․․․․․․c.31․․․․․․․․․․․․․․ ἡ εἰ[ς τὴν θεὰν εὐσέ[βε]ια καὶ ἡ πρὸς Μάγνητας εὔ[νοια —]
[—  δοῦναι τοῖς] θεωρ[οῖ]ς ἀπαρχὴν δραχμὰ[ς —]
Search Help
Contact Us