Decree of polis of Same (on Kephallenia) accepting
invitation of Magnesia Mai. to Leukophryena and honoring theoroi
from Magnesia Mai., with subscribed list of cities (on
Kephallenia) voting the same; IIIe/II; found at Magnesia Mai.:
*IMagnesia 35.
[ ]
IMagn 35
1 | [ἐπὶ] ἀρχόντων Λυκίνου τοῦ Λύκου, Φαλακρίωνος τ̣[οῦ ․c.6․․]κράτου το[ῦ] |
[Εὐ]ηθίδα, γραμματέος Τίμωνος τοῦ Σωτάκου, ἱερο[ποιοῦ Φι]λ̣ίσκου τοῦ Ἀν- | |
[δρ]ομήδους, πρεσβευτᾶν παραγενομένων παρὰ τοῦ [δ]άμου τοῦ Μαγνήτων | |
[τῶ]ν ἐπὶ Μαιάνδρου, τῶν δὲ αὐτῶν ἀρχιθεώρου Σω̣σικλέος τοῦ Διοκλέ- | |
5 | [ο]ς καὶ θεωρῶν Ἀριστοδάμου τοῦ Διοκλέος, Διοτ[ί]μου τοῦ Μηνοφίλου, |
[κ]αὶ τό τε ψάφισμα ἀποδόντων καὶ ἐμφανιζόντων τάν τε τᾶς Ἀρτέμι- | |
[το]ς ἐπιφάνειαν καὶ τὰς γεγενημένας ὑπὸ τῶν προγόνων αὐτῶν ἐν τοὺς | |
[Ἕ]λλανας εὐεργεσίας καὶ ἐν τὸ ἱερὸν τὸ ἐν Δελφοῖς διά τε τῶν τοῦ θεοῦ | |
[χ]ρησμῶν καὶ διὰ τῶμ ποιητᾶν καὶ διὰ τῶμ ψαφισμάτων τῶν ὑπαρχόν- | |
10 | [τ]ων αὐτοῖς παρὰ ταῖς πολίοις καλῶν τε καὶ ἐνδόξων καὶ παρακαλούντων |
ἀ̣ποδέξασθαι τάν τε θυσίαν καὶ τὰν ἐκεχηρίαν καὶ τὸν ἀγῶνα, ὃν τίθεντι τᾶι Ἀρ- | |
τέμιτι τᾶι Λευκοφρυηνᾶι στεφανίταν ἰσοπύθιον ταῖς τιμαῖς, ἐμφανιξάντων | |
δὲ καὶ περὶ τᾶς οἰκειότατος τᾶς ὑπαρχούσας Μαγνήτοις ποτὶ Κεφαλλᾶνας | |
κατὰ τὰν συγγένειαν τὰμ Μάγνητος καὶ Κεφάλου τοῦ Δηΐονος μετὰ πάσας φιλο- | |
15 | τιμίας· ὅπως οὖν καὶ ἁ πόλις τῶν Σαμαίων φαίνηται συναύξουσα τὰς τῶν θε- |
ῶν τιμάς, καθὼς πάτριόν ἐστιν Σαμαίοις, δεδόχθαι τᾶι πόλει τῶν Σαμαίων· | |
ἐπαινέσαι μὲν τὸν δᾶμον τὸμ Μαγνήτων ἐπί τε τᾶι ποτὶ τοὺς θεοὺς εὐσεβείαι | |
καὶ ἐπὶ τᾶι ποτὶ τοὺς Σαμαίους εὐνοίαι, καὶ καλεῖν τὸν δᾶμον τὸμ Μαγνήτων | |
ἐμ προεδρίαν Διονυσίοις καὶ ἐν τὰν θυσίαν καὶ τὸν ἀγῶνα τοῦ Κεφάλου, ὃν τίθη- | |
20 | τι ἁ πόλις, εὐσεβείας ἕνεκεν καὶ εὐεργεσίας τᾶς τε ἐν τὸ ἱερὸν τὸ ἐν Δελφοῖς |
κ̣αὶ ἐν τοὺς ἄλλους Ἕλλανας, δέχεσθαι δὲ καὶ τὸν ἀγῶνα, ὃν τίθεντι τᾶι Ἀρτέ- | |
μιτι τᾶι Λευκοφρυηνᾶι στεφανίταν ἰσοπύθιον ταῖς τιμαῖς, καθὼς ἐπάγγελλον | |
ὅ τε ἀρχιθέωρος καὶ οἱ θεωροί, εἶμεν δὲ αὐτῶν τάν τε πόλιν καὶ τὰν χώραν ἱερὰν | |
καὶ ἄσυλον, καθὼς ὁ Ἀπόλλων ὁ ἐν Δελφοῖς ἀνιέρωσεν, ἀποστέλλειν δὲ καὶ θε- | |
25 | ωροὺς ἐμ Μαγνησίαν, οἵτινες συνθυσοῦντι τὰν θυσίαν καὶ συναυξησοῦντι |
τὰς τιμὰς τᾶι θεῶι, ἐπαινέσαι δὲ τόν τε ἀρχιθέωρον καὶ τοὺς θεωροὺς καὶ εἶ- | |
μεν προξένους καὶ εὐεργέτας τᾶς πόλιος τῶ[ν] Σαμαίων Σωσικλέα, Ἀριστόδα- | |
μον, Διότιμον, ἐπειδὴ διελέγ{ει}εν {²⁶διελέγεν}²⁶ τε καὶ παρε[π]εδάμησαν ἀξίως τᾶς τῶμ Μα- | |
γνήτων πόλιος καὶ τᾶς τῶν Σαμαίων, καὶ ὑπάρχειν αὐτοῖς πάντα τὰ φιλάνθρω- | |
30 | πα παρὰ τᾶς πόλιος, ὅσα καὶ τοῖς λοιποῖς προξένοις καὶ εὐεργέταις, δόμεν δὲ τοῖς |
θεωροῖς ἐνεκέχηρον ἀργυρίου ἡμιμναῖον καὶ ἐνέστιον οἶν, καλέσαι δὲ αὐτοὺς | |
καὶ ἐπὶ ξένια ἐμ πρυτανεῖον ἐπὶ τὰν κοινὰν ἑστίαν, ἑλέσθαι δὲ καὶ θεαροδόκον | |
τὸν ὑποδεξόμ̣ενον τὰς παραγινομένας θεωρίας παρὰ τῶμ Μαγνήτων· α̣[ἱρέ]θ̣η | |
[Κ]λευφάνης Σιμάκο[υ]. τὸ δὲ ψάφ[ι]σμα τοῦτο ἀναγράψαι ἐν στάλαν καὶ ἀνα[θέμε]ν | |
35 | [τ]οὺς ἄρχοντας ἐν τᾶι ἀγορᾶι παρὰ τὸ ἱερὸν τᾶς Ἀρτέμιτος, καταχωρίξαι δὲ |
καὶ ἐν τοὺς νόμους τούς τε ἄρχοντας καὶ τοὺς νομογράφους, παραπέμψαι | |
δὲ αὐτοὺς ἐν Ἰθάκαν. | |
κατὰ τὰ αὐτὰ δὲ εψηφίσαντο· | |
Παλεῖς, [Κ]ράνιοι, [Πρῶ]νν[οι.] |