Decree of boule and demos (of Rhodes) accepting invitation of Magnesia (Mai.) to Leu[ko]phryena and giving honors to envoys from Magnesia (Mai.); IIIe/II; found at Magnesia Mai.: *IMagnesia 55; **Robert, RPh 1, 1927, 115 (l. 11); SEG 4, 501.  
[ ] IMagn 55
1 [ἔδοξε τᾶ]ι βουλᾶι κ̣[αὶ τῶι δ]άμωι· περὶ ὧ[ν]
Μάγνητες φ[ί]λοι ὑ[π]άρχοντες τοῦ δάμου
[τ]ὸ ψά̣[φισμα] καὶ τοὺς ἄ[ν]δρας ἀ̣π̣[έστε]ιλαν,
[οἳ δὲ παραγ]ενόμενοι παρ̣’ α̣[ὐ]τῶν̣ Λάμπων,
5 Διαγόρας, Πυθόδημος τὰν ἀπογ[ραφὰ]ν ἐποι-
[ή]σ[αντ]ο κ[αὶ] ἐπε[λθόν]τες ἐπὶ τὰν βουλὰν καὶ
[τὰν ἐκκλ]ησία[ν] δι̣[ε]λέγεν μετὰ πάσας προθυ-
[μί]α[ς], ἀ̣ποκρίνασθαι αὐτοῖς, ὅτ ὁ] δᾶμος πρότε-
[ρόν τε] διετέλει πᾶσαν ἐπιμέλειαν ποιεύμε-
10 νο[ς π]ε̣[ρὶ ὧ]ν ἐπέστει[λα]ν [Μ]άγνητες, καὶ νῦν
[τά]ν τ[ε] θ̣[υσ]ίαν ἃν συντελε̣ῦντι τᾶι Ἀρτάμιτι
τ[ᾶι Λ]ευ[κο]φρυανᾶι καὶ τἆλ̣λ̣α φιλανθρώπως
ἀποδ[έχ]εται καὶ συνεπιμελεῖται τοῦ συν-
αύξεσθαι τὰ ἐψαφ̣ισμένα ὑπ’ αὐτῶν κα[θ]άπερ
15 ἀξιοῦντι· ὅπως δὲ καὶ [συν]τ[ε]λῆται ὑπὸ τοῦ
δάμου τὰ ἀξιούμενα ὑπὸ Μ[αγ]νήτων, τύχαι
[ἀγαθᾶι οἱ] πρυτάνιες οἵ κα ἄρχωντι τὰν
[πράταν ἑξ]άμηνον̣ ἐπὶ ἱ[ερ]έ̣ως Ἀριστωνί-
[δα καὶ οἱ] ἀεὶ ἔναρχοι εὖντες καθ’ οὕς κα
20 χρόνους̣ σ[υν]τελῶντι Μάγνητες τ[ὰν θυσίαν]
καὶ τοὺς ἀγῶνας τᾶι Ἀρτάμιτι τᾶι Λε[υ]-
[κοφ]ρυη̣ν̣ᾶι γράψαντες εἰσφερόντων ἐς τὰν
βου[λὰν] καὶ τὸν δᾶμον ἐμ μηνὶ Ὑακι[ν]θίωι,
καθότι ἁ θυσία ἀποσταλησεῖ ὑπὸ τοῦ δά-
25 μου κατὰ τὰ νομιζόμενα ἐπὶ σωτηρίαι
καὶ εὐτυχίαι ἀμφοτερᾶν πολίων,
τοὺς δὲ ἄνδρας τοὺς παρὰ Μαγνήτων
καλέσαι ἐπὶ ξένια εἰς τὸ ἱεροθυτεῖον.
Search Help
Contact Us