Decree of boule and demos (of Rhodes) accepting invitation
of Magnesia (Mai.) to Leu[ko]phryena and giving honors to envoys
from Magnesia (Mai.); IIIe/II; found at Magnesia Mai.: *IMagnesia
55; **Robert, RPh 1, 1927, 115 (l. 11); SEG 4, 501.
[ ]
IMagn 55
1 | [ἔδοξε τᾶ]ι βουλᾶι κ̣[αὶ τῶι δ]άμωι· περὶ ὧ[ν] |
Μάγνητες φ[ί]λοι ὑ[π]άρχοντες τοῦ δάμου | |
[τ]ὸ ψά̣[φισμα] καὶ τοὺς ἄ[ν]δρας ἀ̣π̣[έστε]ιλαν, | |
[οἳ δὲ παραγ]ενόμενοι παρ̣’ α̣[ὐ]τῶν̣ Λάμπων, | |
5 | Διαγόρας, Πυθόδημος τὰν ἀπογ[ραφὰ]ν ἐποι- |
[ή]σ[αντ]ο κ[αὶ] ἐπε[λθόν]τες ἐπὶ τὰν βουλὰν καὶ | |
[τὰν ἐκκλ]ησία[ν] δι̣[ε]λέγεν μετὰ πάσας προθυ- | |
[μί]α[ς], ἀ̣ποκρίνασθαι αὐτοῖς, ὅτ[ι ὁ] δᾶμος πρότε- | |
[ρόν τε] διετέλει πᾶσαν ἐπιμέλειαν ποιεύμε- | |
10 | νο[ς π]ε̣[ρὶ ὧ]ν ἐπέστει[λα]ν [Μ]άγνητες, καὶ νῦν |
[τά]ν τ[ε] θ̣[υσ]ίαν ἃν συντελε̣ῦντι τᾶι Ἀρτάμιτι | |
τ[ᾶι Λ]ευ[κο]φρυανᾶι καὶ τἆλ̣λ̣α φιλανθρώπως | |
ἀποδ[έχ]εται καὶ συνεπιμελεῖται τοῦ συν- | |
αύξεσθαι τὰ ἐψαφ̣ισμένα ὑπ’ αὐτῶν κα[θ]άπερ | |
15 | ἀξιοῦντι· ὅπως δὲ καὶ [συν]τ[ε]λῆται ὑπὸ τοῦ |
δάμου τὰ ἀξιούμενα ὑπὸ Μ[αγ]νήτων, τύχαι | |
[ἀγαθᾶι οἱ] πρυτάνιες οἵ κα ἄρχωντι τὰν | |
[πράταν ἑξ]άμηνον̣ ἐπὶ ἱ[ερ]έ̣ως Ἀριστωνί- | |
[δα καὶ οἱ] ἀεὶ ἔναρχοι εὖντες καθ’ οὕς κα | |
20 | χρόνους̣ σ[υν]τελῶντι Μάγνητες τ[ὰν θυσίαν] |
καὶ τοὺς ἀγῶνας τᾶι Ἀρτάμιτι τᾶι Λε[υ]- | |
[κοφ]ρυη̣ν̣ᾶι γράψαντες εἰσφερόντων ἐς τὰν | |
βου[λὰν] καὶ τὸν δᾶμον ἐμ μηνὶ Ὑακι[ν]θίωι, | |
καθότι ἁ θυσία ἀποσταλησεῖ ὑπὸ τοῦ δά- | |
25 | μου κατὰ τὰ νομιζόμενα ἐπὶ σωτηρίαι |
καὶ εὐτυχίαι ἀμφοτερᾶν πολίων, | |
τοὺς δὲ ἄνδρας τοὺς παρὰ Μαγνήτων | |
καλέσαι ἐπὶ ξένια εἰς τὸ ἱεροθυτεῖον. |