Decree of koinon of Messenians accepting invitation of
Magnesia Mai. to Leukophryena and giving honors to presbeutai
from Magnesia Mai.; IIIe/II; found at Magnesia Mai.: *IMagnesia
43; **Holleaux, REA 3, 1901, 123 (ll. 21-22).
[ ]
IMagn 43
1 | παρὰ Μεσσηνίων· |
ἐπειδὴ παραγενόμενοι πρεσβευταὶ παρὰ Μαγνήτων | |
τῶν ἐπὶ Μαιάνδρου Φιλίσκος Πυθαγόρου, Κόνων Διο- | |
νυσίου, Λάμπετος Πυθαγόρου ἐνεφάνιζον τάν τε οἰ- | |
5 | κειότατα καὶ τὰν φιλίαν τὰν προϋπάρχουσαν ποτὶ τὸ |
κοινὸν τῶμ Μεσσανίων καὶ ἀπέδωκαν τὸ ψάφισμα, ἐ- | |
[ν] ὧι κατεκεχώριστο ὁ χρησμὸς ὁ γενόμενος ὑπὸ τοῦ | |
Ἀπόλλωνος τοῦ ἐν Δελφοῖς, λώϊον εἶμεν καὶ ἄμεινον | |
τοῖς σεβομένοις Ἄρτεμιν Λευκοφρυηνὰν καὶ τὰν πόλιν | |
10 | καὶ τὰν χώραν ἱερὰν καὶ ἄσυλον νομίζοντι, κα[ὶ π]ε̣ρὶ |
τῶν λοιπῶν πάντων διαλεχθέντων, καθὰ εἶ[χον] | |
τὰς ἐντολὰς παρὰ τᾶς ἰδίας πόλεως ἁρμοζό[ν]τ[ως τοῖ]ς | |
ἐν τῶι ψαφίσματι καταγεγραμμένοις, ἐνεφά[νιζον] | |
δὲ καὶ τὰν τᾶς θεᾶς ἐπιφάνειαν καὶ τὰς γεγενημέ- | |
15 | νας ὑπὸ τῶν προγόνων ἐς τοὺς Ἕλλανας εὐχρηστίας, |
καὶ παρακαλούντων, ὅπως ἀποδέξηται τὸ κοινὸ[ν τῶμ] | |
Μεσσανίων τὰν πανάγυριν καὶ ἐκεχειρία̣ν̣ κ̣[αὶ τὸν ἀγῶ]- | |
να στεφανίταν ἰσοπύθιον τόν τε μ[ουσικὸν καὶ γυ]- | |
μ̣ν̣ι̣κ̣ὸ̣ν̣ καὶ ἱππικόν, ὃν τίθητι τ[ᾶι Ἀρτέμιτι τᾶι Λευκο]- | |
20 | [φρυηνᾶι ὁ δᾶ]μος τῶμ Μαγν[ήτων, καὶ τὰν πόλιν καὶ |
[τὰν χώραν αὐτῶ]ν ἱερὰν καὶ ἄ[συλον εἶμεν· ἐπεὶ οὖν τοῖς] | |
[Μεσσανίοις πάτ]ριόν ἐστι μάλ[ιστα μὲν τὰς τῶν θεῶν] | |
[τιμὰς συναύξειν, ἔπειτα δὲ καὶ τοὺς συγγενέας καὶ] | |
[φίλους —] | |
25 | [—]ι̣ καὶ το[—] |
[δέχεσθαι τὰ]ς [θυσίας] τᾶς Ἀρτέμι̣τ̣ος τᾶς [Λευκο]- | |
[φρυηνᾶς καὶ τὰ]ν ἐκεχ̣[ειρί]αν καὶ τοὺς ἀγῶνας στ̣[εφα]- | |
[νίτας ἰσ]ο[π]υθίως τόν τε μουσικὸν καὶ γυμνικὸν κα̣[ὶ̣] | |
[ἱππικόν, οὓ]ς ποιόντι οἱ Μάγνητες, καθὼς ὁ θεὸς ἔχρησε[ν·] | |
30 | [τοῖς δὲ θε]αροῖς τοῖς ἐπαγγελλόντοις τὰν θυσίαν καὶ ἐκε- |
[χειρίαν] τᾶς Ἀρτέμιτος τᾶς Λευκοφρυηνᾶς δόντων οἱ | |
ταμίαι, ὅσα καὶ τοῖς τὰ Πύθια ἐπαγγελλόντοις. |