(Forged) decree of koinon of Cretans approving settlement
of Magnesia (Mai.); inscribed IIIe/II; found at Magnesia Mai.:
Kern, Gründungsgeschichte p. 14 (non vidi); Michel 438;
Sakolowski, Mythogr. gr. II 1 p. xxiv; *IMagnesia 20.
[ ]
IMagn 20
1 | πα[ρ]ὰ τοῦ κοινοῦ τῶν Κρητῶν· |
[ἔ]δοξεν Κ[ρ]η̣ταιέων τῶι κοινῶι συνελ- | |
[θ]ουσᾶν [τ]ᾶμ πολίων πασᾶν ἐς Βίλκω- | |
να ἐς τὸ ἱε[ρ]ὸν τῶ Ἀπέλλωνος τῶ Βιλ- | |
5 | κωνίω, ἁγουμένων Γορτυνίων ἐπὶ |
κόσμω{ι} Κύδαντος τῶ Κυννίω· ἐπει- | |
δὴ Μάγνητες οἰκεῖοί ἐντι καὶ φίλοι Κρη- | |
ταιέων πάντων, ἔδοξεν δέ τισιν αὐ- | |
τῶν ἐς τὰν Ἀσίαν ἀποικίαν στείλασθαι̣, | |
10 | ὑπάρχειν Μάγνησιν πᾶσιν οἰκειότατα |
καὶ φιλίαν ἀγήρατον καὶ ἐμ πρυτανεί- | |
ωι σίτησιν, καὶ εἰσάγουσιν καὶ ἐξάγουσιν ἀτέ- | |
λειαν εἶμεν ἀσυλεὶ καὶ ἀσπονδεὶ κατὰ πᾶ- | |
σαγ Κρήταγ καὶ ἔγκτησιν καὶ πολιτείαν, | |
15 | δόμεν δὲ αὐτοῖς ἀποπλέουσιν ἑκάστα[μ] |
πόλιν ἀργυρίω τέσσαρα τάλαντα κα[ὶ σῖ]- | |
τομ πεπονημένον καὶ ἱερεῖα ὅσ’ ἂν θέ[λω]- | |
[σ]ι̣ν̣ [α]ὐ̣[τ]οὶ εἰς θυσίαν, [π]ροπέμψαι [δὲ] | |
αὐτοὺς μέχρι εἰς τὰν Ἀσίαν ταῖς μακραῖς | |
20 | ναυσὶν καὶ συμπέμψαι αὐτοῖς τοξό- |
τας εἰς πεντακοσίους ἄνδρας, προ- | |
πέμψαι δὲ καὶ ἀσπάσασθαι αὐτοὺς καὶ | |
ἄνδρας καὶ παῖδας καὶ γυναῖκας καθ’ ἁ- | |
λικίαν καὶ τοὺς ἱερεῖς καὶ τὰς ἱερείας· | |
25 | τὸ δὲ ψάφισμα τόδε εἰστάλαν λιθίναν |
ἀναγράψαντας ἀναθέμεν εἰς τὸ ἱερὸν τῶ | |
Ἀ[πέλ]λ̣ωνος τῶ Βιλκωνίω, δόμεν δὲ καὶ Λευ- | |
[κίππωι τ]ῶ̣ι̣ Λυκίωι τῶι καθαγεμόνι γενομένωι εἰς τὰν Ἀσί- | |
[αν Κρήτα]ς πάσας πόλεις ἀργυρίω τάλαντον· τὸ δὲ ψά- | |
30 | [φισμα τ]ὸ ἐπὶ ἱερέως Ἀγαιμένιος τ̣ῶ Λ̣[αμ]παίω [—] |