Decree of ekklesia of Korinthos accepting invitation of Magnesia Mai. to Leukophryena and giving privileges to Magnesia Mai.; IIIe/II; found at Magnesia Mai.: *IMagnesia 42.  
[ ] IMagn 42
1 πρεσβευτᾶ παραγενομένου καὶ θεωροῦ παρὰ τοῦ δά-
μου τῶμ Μαγνήτων ἐπὶ Μαιάνδρου Λαμπέτου
τοῦ Πυθαγόρου καὶ ἀποδόντος τὸ ψάφισμα καὶ διαλεγο-
μένου ἀκολούθως τοῖς ἐν τῶι ψαφίσματι καταγεγραμ-
5 μένοις καὶ ἀνανεουμένου τὰν οἰκεότατα καὶ φιλίαν τὰν
προϋπάρχουσαν καὶ παρακαλοῦντος ἀποδέξασθαι
τὰν πόλιν τῶν Κορινθίων τὰν θυσίαν καὶ τὰν ἐκεχειρί-
αν καὶ τοὺς ἀγῶνας, οὓς τίθητι ἁ πόλις ἁ τῶν Μαγνήτων
τᾶι Ἀρτέμιτι τᾶι Λευκοφρυηνᾶι τόν τε μουσικὸν καὶ τὸν
10 γυμνικὸν καὶ ἱππικὸν ἰσοπύθιον· ἔδοξε τᾶι ἐκκλησί[αι·]
ἀποδέξασθαι τὰν ἐκεχειρίαν καὶ τοὺς ἀγῶνας ἰσοπυ-
θίους, καθὰ παρακαλεῖ, καὶ δόμεν ἐνεκέχηρον καὶ ἐνέσ-
τιον καὶ ξένια τῶι ἐπαγγέλλοντι, ἃ καὶ αὐτοὶ δίδοντι τοῖς
τὰ Ἴσθμια ἐπαγγέλλουσι· δεδόχθαι δὲ καὶ τὰν πὸλιν καὶ
15 τὰν χώραν αὐτῶν ἱερὰν καὶ ἄσυλον εἶμεν κατὰ τὸν χρησ-
μὸν τοῦ θεοῦ κατὰ τὸ ψάφισμα, ὃ ἀπέδωκεν τᾶι πόλει,
ἑλέσθα[ι] δὲ καὶ θεαροδόκον· ἁιρέθη Πανταίνετος Μν[α]σικλείδα.
Search Help
Contact Us