Decree of ekklesia of Korinthos accepting invitation of
Magnesia Mai. to Leukophryena and giving privileges to Magnesia
Mai.; IIIe/II; found at Magnesia Mai.: *IMagnesia 42.
[ ]
IMagn 42
1 | πρεσβευτᾶ παραγενομένου καὶ θεωροῦ παρὰ τοῦ δά- |
μου τῶμ Μαγνήτων ἐπὶ Μαιάνδρου Λαμπέτου | |
τοῦ Πυθαγόρου καὶ ἀποδόντος τὸ ψάφισμα καὶ διαλεγο- | |
μένου ἀκολούθως τοῖς ἐν τῶι ψαφίσματι καταγεγραμ- | |
5 | μένοις καὶ ἀνανεουμένου τὰν οἰκεότατα καὶ φιλίαν τὰν |
προϋπάρχουσαν καὶ παρακαλοῦντος ἀποδέξασθαι | |
τὰν πόλιν τῶν Κορινθίων τὰν θυσίαν καὶ τὰν ἐκεχειρί- | |
αν καὶ τοὺς ἀγῶνας, οὓς τίθητι ἁ πόλις ἁ τῶν Μαγνήτων | |
τᾶι Ἀρτέμιτι τᾶι Λευκοφρυηνᾶι τόν τε μουσικὸν καὶ τὸν | |
10 | γυμνικὸν καὶ ἱππικὸν ἰσοπύθιον· ἔδοξε τᾶι ἐκκλησί[αι·] |
ἀποδέξασθαι τὰν ἐκεχειρίαν καὶ τοὺς ἀγῶνας ἰσοπυ- | |
θίους, καθὰ παρακαλεῖ, καὶ δόμεν ἐνεκέχηρον καὶ ἐνέσ- | |
τιον καὶ ξένια τῶι ἐπαγγέλλοντι, ἃ καὶ αὐτοὶ δίδοντι τοῖς | |
τὰ Ἴσθμια ἐπαγγέλλουσι· δεδόχθαι δὲ καὶ τὰν πὸλιν καὶ | |
15 | τὰν χώραν αὐτῶν ἱερὰν καὶ ἄσυλον εἶμεν κατὰ τὸν χρησ- |
μὸν τοῦ θεοῦ κατὰ τὸ ψάφισμα, ὃ ἀπέδωκεν τᾶι πόλει, | |
ἑλέσθα[ι] δὲ καὶ θεαροδόκον· ἁιρέθη Πανταίνετος Μν[α]σικλείδα. |