Decree of da[mos] (of Knidos) accepting invitation of
Magnesia (Mai.) to Leukophr[y]ena and giving honors to Magnesia
(Mai.) and to envoy Lampon Phani[o]u from Magnesia (Mai.);
IIIe/II; found at Magnesia Mai.: *IMagnesia 56 + p. 295;
**Wilhelm, JÖAI 4, 1901 Beibl. 28 (ll. 22-23); **DeDecker, RPh
29, 1905, 162-163 (ll. 1-3, 28, 35-37).
[ ]
IMagn 56 + p. 295
1 | [ἔδοξε τῶι δάμωι γνώμαι προστατᾶν·] |
[ἐπειδὴ Μ]άγνητες [εὖνοι ὄντες τῶι δά]- | |
[μωι διὰ π]ο̣λλῶν ὑπ[αρχ]ό̣ντω̣ν οἰκείων | |
[ταῖς πόλ]ε[σ]ιν ποθ’ αὑτάς, ἀποστείλαν- | |
5 | [τε]ς ψ[άφι]σμα καὶ τὸν αἱρημέ̣νον ἐπὶ τὰν |
ἐ̣π̣αγ̣γ̣[ε]λίαν τοῦ ἀγῶνος Λ̣άμπωνα Φανί̣- | |
[ο]υ̣ τοῦ θεοῦ τοῦ ἐν Δελφοῖς χρήσαντος | |
λώϊον εἶμεν καὶ ἄμεινον τοῖς σεβομέ- | |
νοις Ἄρτα̣μιν Λευκοφρ[υ]α̣νὰν καὶ τὰν | |
10 | πόλιν αὐτῶν καὶ τὰν χώραν ἱερὰν καὶ |
ἄσυλον νομίζουσ̣ιν, ἐψαφίσθ̣αι αὐ̣[τοῖ]ς̣ [τε]- | |
λεῖν τᾶ̣ι Ἀρτάμιτι τᾶι ἀρχαγ<έ>τιδ[ι τ]ᾶς | |
πόλιος αὐτῶν διὰ πέντε ἐτῶν θυ̣σία[ν] | |
καὶ πανάγυριν καὶ ἐκεχειρίας κα[ὶ] ἀγ[ῶ]- | |
15 | να στεφανίταν ἰσοπύ[θ]ιον̣ γ̣υ̣μν̣ι̣κ̣[ὸν] |
καὶ μουσικὸν καὶ ἱππικ[ό]ν, καὶ πα̣[ρακαλεῦν]- | |
τι τὸν δᾶμον ἀποδέξασθαι καὶ συ̣ν̣α[ύ]- | |
ξειν τὰς ἐψαφισμένας ὑπ’ αὐτῶ[ν] τ̣[ιμὰς] | |
τᾶι θεᾶι, διελέγη δὲ καὶ ὁ ἀπ[οσταλεὶς̣] | |
20 | [παρ’ αὐ]τῶν μετὰ π̣άσας σ̣π̣ου[δᾶς· ὅπως οὖν] |
[φανερὸς ἦι ὁ] δᾶμος προαιρ[εύμενος διὰ] | |
παντὸς ποτὶ τὸ θεῖ[ον] εὐσ[εβεῖ]ν̣ [καὶ Μάγνη]- | |
τ̣ας φίλους ὄν̣τ̣ας α[ὔ]ξ̣ε̣ι̣ν̣, [ἀγα]- | |
θᾶι τ̣ύχαι δεδόχθαι τῶι δά̣[μωι ἐπαινέ]- | |
25 | σ̣α̣ι Μάγνητας ἀρετᾶς ἕνεκε[ν καὶ εὐνοί]- |
ας καὶ ἀποδέξασθαι ἃ ἀξιοῦ[σιν ἀκολού]- | |
θως τῶι τοῦ θεοῦ χρησμῶι· π[ερὶ δὲ τῶν ἄ]- | |
θλων καὶ τᾶν τιμᾶν ὅπως ἄρ[ωνται ἐς πάντα] | |
τὸν χρόνον τοῖς νικῶσι τὸν ἀ̣[γῶνα ὃν τιθέα]- | |
30 | σι Μάγνητες καθάπερ τοῖς τ̣[ὰ Πύθια νικῶσι] |
καὶ περὶ θεωρίας ὅπως ἀπ[ο]στ[έλληται, οἱ] | |
νομογράφοι περὶ τούτω[ν] εἰσ̣α̣[γέτωσαν] | |
ἐν τοῖς χρόνοις τοῖς ἐκ τ̣[ῶ]ν̣ ν̣[όμων, Λάμπω]- | |
να δὲ καλέσαι ἐπ[ὶ ξ]έν[ι]α ε[ἰς τὸ δαμιορ]- | |
35 | γεῖον, πέμψαι δὲ αὐτῶ[ι] κα[ὶ ἐκέχειρα τοὺς] |
στραταγοὺς μετὰ τῶν παρ’ [ἁμῶν τιμίων ἃ] | |
ἐπιτή{ι}δεια {²⁶ἐπιτήδεια}²⁶ εἶμεν [δοκ]ε̣[ῖ.] |