Decree of ekklesia of Ithaka accepting invitation of
Magnesia Mai. to Leukophryena and honoring thearoi from Magnesia
Mai.; IIIe/II; found at Magnesia Mai.: *IMagnesia 36 + p. 295;
Syll2 257; **Syll3 558 (l. 1).
[ ]
IMagn 36 + p. 295
1 | [ἐπ]ὶ̣ δαμιοργῶν Ἀρνίσκο[υ τοῦ ․․․c.9․․․, Τ]ι̣μάνορος [τοῦ —] |
Ἀναξιλάου τοῦ Κλεομήδεος, [ἐκκλησία ἐν] τῶι Ὀδυσσεί̣[ωι, γραμματέος Ἀ]- | |
γλαοτέλεος· ἐπειδὴ Μάγνητες ο̣[ἱ ἀ]π[ὸ Μα]ιάνδρου οἰκεῖοι ὄντε[ς] κ[αὶ φίλοι] | |
τᾶς πόλιος τῶν Ἰθάκων πρεσβευ[τ]ὰς [ἀπ]οστείλαντες τοὺς δὲ αὐ[τοὺς] | |
5 | καὶ ἐπαγγελτῆρας Σωσικλῆν Διοκλέος, Ἀριστόδαμον Διοκλέος, Διό[τι]- |
μον Μηνοφίλου, οἵτινες τό τε ψάφισμα ἀπέδωκαν καὶ αὐτοὶ ἀπελογίξαν- | |
το τάν τε τᾶς Ἀρτέμιδος ἐπιφάνειαν καὶ τὰν γεγενημένας ὑπὸ τῶν προγό- | |
νων αὐτῶν ἐν τοὺς Ἕλλανας εὐεργεσίας καὶ ἐν τὸ ἱερὸν τὸ ἐν Δελ̣φοῖς | |
διά τε τῶν χρησμῶν καὶ διὰ τῶν ποιητᾶν καὶ διὰ τῶν ψαφισμάτων | |
10 | τῶν ὑπαρχόντων αὐτοῖς παρὰ ταῖς πολίοις καλῶν τε καὶ ἐνδόξων, παρανέ- |
γνωσαν δὲ καὶ τὸν χρησμόν, ἐν ὧι κατακεχωρισμένον ἦν, λώϊον εἶμεν καὶ | |
ἄμεινον τοῖς σεβομένοις Ἄρτεμιν Λευκοφρυηνὰν καὶ τὰμ πόλιν καὶ τὰγ | |
χώραν ἱερὰν καὶ ἄσυλον νομιζόντοις, δεδόχθαι τᾶι ἐκκλησίαι· ἐπαινέσαι | |
μὲν τὸν δᾶμον τὸμ Μαγνήτων ἐπί τε τᾶι ποτὶ τοὺς θεοὺς εὐσεβείαι | |
15 | καὶ ἐπὶ τᾶι ποτὶ τοὺς Ἕλλανας καλοκἀγαθίαι καὶ καλεῖν τὸν δᾶμον τὸμ Μα- |
γνήτων ἐν τὰν προεδρίαν τοῖς Ὀδυσσείοις, εἶμεν δὲ αὐτῶν τάν τε πόλιν καὶ | |
τὰν χώραν ἱερὰν καὶ ἄσυλον, καθὼς ὁ Ἀπόλλων ὁ ἐν Δελφοῖς ἀνιέρωσεν, | |
δέχεσθαι δὲ καὶ τὰν θυσίαν καὶ τὸν ἀγῶνα, ὃν τίθεντι τᾶι Ἀρτέμιδι τᾶι | |
Λευκοφρυηνᾶι στεφανίταν ἰσοπύθιον ταῖς τιμαῖς, δόμεν δὲ καὶ ἐν ἀ- | |
20 | παρχὰν τᾶι θεᾶι δραχμὰς ἐπιχωρίας δεκαπέντε καὶ τὸ ἐνέστιον θῦ- |
[μ]α οἶν, καλέσαι δὲ αὐτοὺς καὶ ἐπὶ ξένια ἐπὶ τὰν πάτριον ἑστί̣αν, | |
ἑλέσθαι δὲ κα̣ὶ θεαροδόκον τὸν ὑποδεξούμενον τὰς ἀεὶ παραγινομένα[ς] | |
θεαρίας παρὰ τῶμ Μαγνήτων. ἁιρέθη Ἰγέρτας Πραΰλου. ἐπαινέσαι δὲ̣ | |
τόν τε ἀρχιθέαρον Σωσικλῆν καὶ τοὺς θεαροὺς Ἀριστόδαμον, Διό- | |
25 | τιμον ἐπί τε τᾶι ὑπὲρ τᾶς αὐτῶν πατρίδος φιλοτιμίαι καὶ ἐπὶ τᾶι σπου- |
δᾶι τοῦ μολεῖν ποθ’ ἁμέ, καὶ εἶμεν αὐτοὺς προξένους καὶ εὐεργέτας τᾶς | |
πόλιος τῶν Ἰθάκων καὶ ὑπάρχειν αὐτοῖς παρὰ τᾶς πόλιος πάντα τὰ φιλάν- | |
θρωπα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις ὑπάρχει, ἀναγράψαι | |
δὲ τόδε τὸ ψάφισμα ἐστάλας δύο καὶ ἀναθέμεν τὰμ μὲν ἐν τῶι [Ὀδ]υσσείωι, | |
30 | τὰν δὲ ἐν τῶι ἱερῶι τᾶς Ἀθάνας, ὁ δὲ ἐπιδαμιοργὸς Σωτίων τὰν ἐπιμέ- |
λειαν ποιησάσθω. |