Decree of ekklesia of Ithaka accepting invitation of Magnesia Mai. to Leukophryena and honoring thearoi from Magnesia Mai.; IIIe/II; found at Magnesia Mai.: *IMagnesia 36 + p. 295; Syll2 257; **Syll3 558 (l. 1).  
[ ] IMagn 36 + p. 295
1 [ἐπ]ὶ̣ δαμιοργῶν Ἀρνίσκο[υ τοῦ ․․․c.9․․․, Τ]ι̣μάνορος [τοῦ —]
Ἀναξιλάου τοῦ Κλεομήδεος, [ἐκκλησία ἐν] τῶι Ὀδυσσεί̣[ωι, γραμματέος Ἀ]-
γλαοτέλεος· ἐπειδὴ Μάγνητες ο̣[ἱ ἀ]π[ὸ Μα]ιάνδρου οἰκεῖοι ὄντε[ς] κ[αὶ φίλοι]
τᾶς πόλιος τῶν Ἰθάκων πρεσβευ[τ]ὰς [ἀπ]οστείλαντες τοὺς δὲ αὐ[τοὺς]
5 καὶ ἐπαγγελτῆρας Σωσικλῆν Διοκλέος, Ἀριστόδαμον Διοκλέος, Δι[τι]-
μον Μηνοφίλου, οἵτινες τό τε ψάφισμα ἀπέδωκαν καὶ αὐτοὶ ἀπελογίξαν-
το τάν τε τᾶς Ἀρτέμιδος ἐπιφάνειαν καὶ τὰν γεγενημένας ὑπὸ τῶν προγό-
νων αὐτῶν ἐν τοὺς Ἕλλανας εὐεργεσίας καὶ ἐν τὸ ἱερὸν τὸ ἐν Δελ̣φοῖς
διά τε τῶν χρησμῶν καὶ διὰ τῶν ποιητᾶν καὶ διὰ τῶν ψαφισμάτων
10 τῶν ὑπαρχόντων αὐτοῖς παρὰ ταῖς πολίοις καλῶν τε καὶ ἐνδόξων, παρανέ-
γνωσαν δὲ καὶ τὸν χρησμόν, ἐν ὧι κατακεχωρισμένον ἦν, λώϊον εἶμεν καὶ
ἄμεινον τοῖς σεβομένοις Ἄρτεμιν Λευκοφρυηνὰν καὶ τὰμ πόλιν καὶ τὰγ
χώραν ἱερὰν καὶ ἄσυλον νομιζόντοις, δεδόχθαι τᾶι ἐκκλησίαι· ἐπαινέσαι
μὲν τὸν δᾶμον τὸμ Μαγνήτων ἐπί τε τᾶι ποτὶ τοὺς θεοὺς εὐσεβείαι
15 καὶ ἐπὶ τᾶι ποτὶ τοὺς Ἕλλανας καλοκἀγαθίαι καὶ καλεῖν τὸν δᾶμον τὸμ Μα-
γνήτων ἐν τὰν προεδρίαν τοῖς Ὀδυσσείοις, εἶμεν δὲ αὐτῶν τάν τε πόλιν καὶ
τὰν χώραν ἱερὰν καὶ ἄσυλον, καθὼς ὁ Ἀπόλλων ὁ ἐν Δελφοῖς ἀνιέρωσεν,
δέχεσθαι δὲ καὶ τὰν θυσίαν καὶ τὸν ἀγῶνα, ὃν τίθεντι τᾶι Ἀρτέμιδι τᾶι
Λευκοφρυηνᾶι στεφανίταν ἰσοπύθιον ταῖς τιμαῖς, δόμεν δὲ καὶ ἐν ἀ-
20 παρχὰν τᾶι θεᾶι δραχμὰς ἐπιχωρίας δεκαπέντε καὶ τὸ ἐνέστιον θῦ-
[μ]α οἶν, καλέσαι δὲ αὐτοὺς καὶ ἐπὶ ξένια ἐπὶ τὰν πάτριον ἑστί̣αν,
ἑλέσθαι δὲ κα̣ὶ θεαροδόκον τὸν ὑποδεξούμενον τὰς ἀεὶ παραγινομένα[ς]
θεαρίας παρὰ τῶμ Μαγνήτων.  ἁιρέθη Ἰγέρτας Πραΰλου.  ἐπαινέσαι δὲ̣
τόν τε ἀρχιθέαρον Σωσικλῆν καὶ τοὺς θεαροὺς Ἀριστόδαμον, Διό-
25 τιμον ἐπί τε τᾶι ὑπὲρ τᾶς αὐτῶν πατρίδος φιλοτιμίαι καὶ ἐπὶ τᾶι σπου-
δᾶι τοῦ μολεῖν ποθ’ ἁμέ, καὶ εἶμεν αὐτοὺς προξένους καὶ εὐεργέτας τᾶς
πόλιος τῶν Ἰθάκων καὶ ὑπάρχειν αὐτοῖς παρὰ τᾶς πόλιος πάντα τὰ φιλάν-
θρωπα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις ὑπάρχει, ἀναγράψαι
δὲ τόδε τὸ ψάφισμα ἐστάλας δύο καὶ ἀναθέμεν τὰμ μὲν ἐν τῶι [Ὀδ]υσσείωι,
30 τὰν δὲ ἐν τῶι ἱερῶι τᾶς Ἀθάνας, ὁ δὲ ἐπιδαμιοργὸς Σωτίων τὰν ἐπιμέ-
λειαν ποιησάσθω.
Search Help
Contact Us