Decree of boule and demos of Eretria accepting invitation
of Magnesia Mai. to Leukophryena and honoring Magnesia Mai. and
theoroi from Magnesia Mai., with subscript listing Hestiaia as
voting likewise; IIIe/II; found at Magnesia Mai.: *IMagnesia 48.
[ ]
IMagn 48
| 1 | [ἐ]π[ὶ] στρατη̣γ̣οῦ [— ἐπειδὴ] Μάγ[ν]ητες |
| οἱ ἐπὶ Μαιάνδ[ρου φίλοι καὶ οἰκεῖοι ὑπ]ά[ρχοντες ἐκ π]ρο- | |
| γόνων τοῦ δ̣ή[μου τοῦ Ἐρετριέων — ἀπεστάλκασι] ψήφισμα καὶ θε- | |
| ωροὺς Ἀπολλ[οφ]ά[νη]ν Αἰσχύλου, Ε[ὔβου]λον Ἀναξα[γόρου, Λυκο]- | |
| 5 | μήδην Χαρισίο[υ, οἵτ]ινες παραγενόμενοι ἀνεν<ε>ώσα[ντο τὴν οἰ]- |
| κειότητα τὴν π[ρο]ϋπάρχουσαν καὶ ἀπελογίσαντο τὴ[ν τῆς θεᾶς] | |
| Ἀρτέμιδος Λευ[κο]φρυηνῆς ἐπιφάνειαν καὶ τὰς γεγενημένας [εἰς] | |
| τοὺς Ἕλληνας [ὑπὸ] τῶν προγόνων εὐεργεσίας καὶ παρεκάλουν [φιλο]- | |
| τίμως ἀποδέξασθα[ι τὸ]ν ἀγῶνα στεφανίτην ἰσοπύθιον, ὃν τιθέασιν τῆι Ἀρτέ- | |
| 10 | μιδι τῆι Λευκοφ[ρυη]νῆι, καὶ τὴν πόλιν αὐτῶν καὶ τὴν χώραν ἱερὰ[ν καὶ] |
| ἄσυλον εἶναι, κ[αθό]τι αὐτοῖς καὶ ὁ θεὸς ὁ ἐν Δελφοῖς ἔχρησ[εν,] πά[τρι]- | |
| ον δ’ ἐστὶν Ἐρετρ̣[ιεῦ]σιν τά τε πρὸς τὸ θεῖον εὐσεβῶς διακεῖσθαι [καὶ μάλισ]- | |
| τα πρὸς τὴν Ἄρτε̣[μιν] καὶ τὴν οἰκειότητα τὴν ὑπάρχουσαν πρὸς [τοὺς Μά]- | |
| γνητας διαφυλά[σσει]ν· περὶ δὴ τουτῶν ἔδοξεν τῆι βουλῆι καὶ τῶι [δή]- | |
| 15 | μωι· ἀποδέξασθα[ι τὸν] ἀγῶνα τῆς Ἀρτέμιδος τῆς Λευκ[οφρυη]νῆς στεφα- |
| νίτην ἰσοπύθιον [καὶ τ]ὴν πόλιν καὶ τὴν χώραν αὐτῶν ἱε[ρ]ὰν καὶ [ἄ]συλον | |
| εἶναι, καθὰ καὶ ὁ [θεὸς ἔχ]ρησεν, εἶναι δὲ καὶ τὰ ἆθλα καὶ τὰς [τ]ιμάς, | |
| καθάπερ καὶ τοῖς [τὰ Π]ύθια νικῶσιν ὑπάρχει, ἀποστέλλειν δὲ καὶ θ[εω]- | |
| ροὺς καὶ θυσίαν ἐ[πὶ τ]ὸν ἀγῶνα, ἐπαινέσαι δὲ καὶ τὸν δῆμον τὸμ [Μα]- | |
| 20 | γνήτων ἐπὶ τῆι εὐ[σε]β̣είαι τῆι πρὸς τὸ θεῖον, στεφανῶσαι δὲ καὶ το[ὺ]ς |
| θεωροὺς θαλλοῦ [στ]ε̣φάνωι φιλοτιμίας καὶ σπουδῆς ἕνεκεν, ἧς πεποί- | |
| ηνται περί τε τῶν θ̣[ε]ῶ̣ν καὶ τῶν πολιτῶν, καὶ εἶναι αὐτούς τε καὶ ἐκγό- | |
| νους αὐτῶν προξέ[ν]ο̣υς καὶ εὐεργέτας τοῦ δήμου τοῦ Ἐρετριέων, εἶναι | |
| δὲ αὐτοῖς καὶ γ[ῆ]ς [καὶ] οἰκίας ἔγκτησιν καὶ πρόσοδον πρὸς τὴν βουλὴν | |
| 25 | καὶ τὸν δῆμον, ἐάν [τι]νος δέωνται, πρώτοις μετὰ τὰ ἱερὰ καὶ προεδρίαν |
| ἐμ πᾶσι τοῖς ἀγῶσι[ν,] οἷς ἡ πόλις τίθησιν, καὶ ἀτέλειαν καὶ εἰσάγουσιν καὶ | |
| ἐξάγουσιν, καθάπε[ρ κ]αὶ τοῖς ἄλλοις Ἐρετριεῦσιν, εἶναι δὲ αὐτοῖς καὶ ἀσ- | |
| φάλειαν καὶ ἀσυλί[αν] καὶ πολέμου καὶ εἰρήνης παραγινομένοις εἰς τὴν | |
| πόλιν καὶ τὴν χώρ[αν,] ἐπιμελεῖσθαι δὲ αὐτῶν τοὺς ἄρχοντας τοὺς ἀ- | |
| 30 | εὶ ἐν ἀρχῆι ὄντας, ὅπως μηδ’ ὑπ’ ἑνὸς ἀδικῶνται, καλέσαι δὲ αὐτοὺς καὶ |
| ἐπὶ ξένια εἰς τὸ πρυ[τα]νεῖον, ἑλέσθαι δὲ καὶ θεωροδόκον ἐκ πάντων Ἐρε- | |
| 23 | τριέων, ἀναγράψα[ι δὲ] τόδε τὸ [ψ]ήφισμα εἰς στήλην λιθίνην καὶ στῆσαι |
| ἐν τῶι ἱερῶι τοῦ Ἀπό[λλω]νος τοῦ Δαφνηφόρου· [ἡ]ιρέθη θεωροδόκος | |
| 25 | Ἀρίστιππος Ἀρχι[—·] |
| ὁμοίως δὲ [ἀπ]εδέξαντο | |
| 36 | Ἑστιαιεῖ̣ς. |