Decree of Epeiros accepting invitation of Magnesia Mai. to Leukophryena and honoring presbeutai from Magnesia Mai., with subscribed list; IIIe/II; found at Magnesia Mai.: *IMagnesia 32; **Wilhelm, JÖAI 4, 1901 Beibl. 26 (l. 37).  
[ ] IMagn 32
1 [ἐπειδὴ Μάγνητες οἱ ἐπὶ Μαιάνδ]ρ̣ωι φίλο[ι ὄ]ντες καὶ
οἰκεῖοι̣ [τῶν Ἀπειρωτᾶν ψάφισμ]ά τε καὶ πρεσβευτὰς
ἀποστείλαν[τες Ἀριστόδαμο]ν̣ Διοκλέος, Ἀριστέα Γορ-
γάσου, Ἀντάν̣[ορα Κωλωτίων]ος, τάν τε φιλίαν καὶ τὰν
5 οἰκειότατα ἀ[νενεώσ]αντο καὶ παρεκάλουν τοὺς Ἀ-
πειρώτας ἀποδέξασθαι τὸν ἀγῶνα, ὃν τίθητι ἁ πόλις
τῶν Μαγνήτων τᾶι Ἀρτέμιδι τᾶι Λευκοφρυηνᾶι κατὰ
πενταετηρίδα μουσικόν τε καὶ γυμνικὸν καὶ ἱππικὸν
ἰσοπύθιον ταῖς τιμαῖς κατὰ τὰς μαντείας τοῦ θεοῦ
10 τοῦ ἐν Δελφοῖς, ἐνεφάνιξαν δὲ οἱ πρεσβευταὶ καὶ τὸγ
χρησμόν, ἐν ὧι λώϊον ἦγ καὶ ἄμεινον τιμᾶ<σι>ν Ἀπόλλω-
να Πύθιον καὶ Ἄρτεμιν Λευκοφρυηνὰγ καὶ τὰν
πόλιν καὶ τὰγ χώραν τῶν Μαγνήτων ἱερὰγ καὶ ἄσυλον
νομίζουσιν, ἀπελογίξαντο δὲ καὶ τὰν ἐπιφά̣νειαν τᾶς
15 θεοῦ καὶ τὰς γεγενημένας ἀπὸ τῶν Μαγνήτων εἰς τοὺς
Ἕλλανας εὐχρηστίας τε καὶ εὐεργεσίας καὶ ἀξίουγ καὶ
παρεκάλουν τοὺς̣ Ἀπειρώτας ἀποδέξασθαι καὶ συναυ-
ξῆσαι τὰς ἐψηφισμένας τιμὰς τᾶι θεῶι· τα[ῦτ]α γὰρ
ποιήσαντας ἀκόλουθα πράξειν τ<ᾶ>ι τοῦ θεοῦ μαντείαι, χαρι-
20 εῖσθαι δὲ καὶ τῶι δάμωι· δεδόχθαι τοῖς Ἀπειρώταις· τάν
τε οἰκειότατα καὶ φ̣ιλίαν τὰν ὑπάρχουσαν τοῖς Ἀπειρώ-
ταις ποτὶ τοὺς Μάγνητας ἀνανεώσασθαι, καὶ τὸν ἀγῶ-
να ὃν τίθητι ἁ πόλις τῶν Μαγνήτων τᾶι Ἀρτέμιδι τᾶι Λευ-
κοφρυηνᾶι [π]οτιδέχε[σ]<θ>αὶ στεφανίταν ἰσοπύθιον ταῖς τι-
25 μαῖς· καὶ τὰν [π]όλιν δὲ καὶ τὰν χώραν τῶν Μαγνήτων
εἶμεν ἱερὰν κα[ὶ] ἄσυλον, καθίστασθαι δὲ καὶ θεαροδό-
χους τοὺς ὑποδεξομένους τοὺς θεωροὺς τοὺς ἑκασ-
τάκις παραγινομένους καὶ ἐπαγγέλλοντας τὰν θυσί-
αν καὶ τὸν ἀγῶνα{ι} ἐκ τᾶς τῶν Μαγνήτων πόλιος, ἀπο-
30 στέλλειν δὲ καὶ θεωροὺς τοὺς συνθύσοντας καὶ συναυ-
ξήσοντας τὰς τιμὰς τᾶι θεῶι, ὑπάρχειν δὲ καὶ τοῖς Μά-
γνησιν φίλοις καὶ οἰκείοις οὖσιν τὸ δίκαιογ καθάπερ καὶ
τοῖς προξένοις τῶν Ἀπειρωτᾶν.  ὅπως δὲ εἰς τὸν ἃπαντα
χρόνον ὑπάρχηι φανερὰ τὰ δε[δ]ογμ̣έ̣να, ἀναγράψαι τ[ὸ]
35 ψάφισμα ἐν Δωδώναι ἐν τῶι ἱερῶι τοῦ Διὸς τοῦ Νάου ἐν
τῶι βήματι τῶι Ἀθηναίων ἀναθέματι, καὶ ἐπιμεληθῆμεν
ὅπως γραφῆι Κρίσωνα τὸν στραταγὸν καὶ τοὺς συνάρχον-
τας, τὸ δὲ ἀνάλωμα δόμεν Χαροπίδαν τὸν ἐπικαθιστάμε-
νον γραμματῆ{ι} συνεδρίου, ἐπαινέσαι δὲ καὶ τοὺς πρεσ-
40 βευτὰς Ἀριστόδαμον Ἀριστέα Ἀντ̣άνορα ὅτ̣ι παρ[ε]πε-
δάμησάν τε καὶ διελέγη[ν] περὶ πάντων ἀξίω[ς] τ̣ᾶς τε πόλι-
ος τῶν Μαγνήτων καὶ τοῦ ἔθνους τῶν Ἀπειρωτᾶν, διὸ
προξένους εἶμεν αὐτούς τε καὶ ἐκγόνους εἰς τὸν ἅπαν-
TA XRO/NON, U(PA/RXEIN DE\ AU)TOI=S KAI\ POLITEI/AN KAI\ A)S-
φάλειαν π̣αρὰ Ἀπειρωτᾶν καὶ πολέμου καὶ εἰράνας καὶ
45 ἀτέλειαν καὶ ἐντέλειαν καὶ τὰ ἄ̣λλα πάντα, καθὼς
[κ]α̣ὶ̣ τοῖς ἄλλοις Ἀπειρώταις, δόμεν δὲ καὶ ἐκέχειρον
[αὐτοῖς Χα]ροπίδαν τὸν [γ]ραμματῆ{ι} τῶν συνέδρ[ων]
[ὅσον καὶ τοῖς] τ̣ὰ̣ Πύθια ἐπ̣α̣γγέλ[λουσ]ιν ἐ̣ν̣ τ̣ο̣ῖ̣ς ν̣[όμοις.]
50 [κατὰ τὰ αὐτὰ] δ̣ὲ ἀπεδέξαντο
[Κα]σ[σ]ωπαῖοι.
Search Help
Contact Us