Decree of Epeiros accepting invitation of Magnesia Mai. to
Leukophryena and honoring presbeutai from Magnesia Mai., with
subscribed list; IIIe/II; found at Magnesia Mai.: *IMagnesia 32;
**Wilhelm, JÖAI 4, 1901 Beibl. 26 (l. 37).
[ ]
IMagn 32
1 | [ἐπειδὴ Μάγνητες οἱ ἐπὶ Μαιάνδ]ρ̣ωι φίλο[ι ὄ]ντες καὶ |
οἰκεῖοι̣ [τῶν Ἀπειρωτᾶν ψάφισμ]ά τε καὶ πρεσβευτὰς | |
ἀποστείλαν[τες Ἀριστόδαμο]ν̣ Διοκλέος, Ἀριστέα Γορ- | |
γάσου, Ἀντάν̣[ορα Κωλωτίων]ος, τάν τε φιλίαν καὶ τὰν | |
5 | οἰκειότατα ἀ[νενεώσ]αντο καὶ παρεκάλουν τοὺς Ἀ- |
πειρώτας ἀποδέξασθαι τὸν ἀγῶνα, ὃν τίθητι ἁ πόλις | |
τῶν Μαγνήτων τᾶι Ἀρτέμιδι τᾶι Λευκοφρυηνᾶι κατὰ | |
πενταετηρίδα μουσικόν τε καὶ γυμνικὸν καὶ ἱππικὸν | |
ἰσοπύθιον ταῖς τιμαῖς κατὰ τὰς μαντείας τοῦ θεοῦ | |
10 | τοῦ ἐν Δελφοῖς, ἐνεφάνιξαν δὲ οἱ πρεσβευταὶ καὶ τὸγ |
χρησμόν, ἐν ὧι λώϊον ἦγ καὶ ἄμεινον τιμᾶ<σι>ν Ἀπόλλω- | |
να Πύθιον καὶ Ἄρτεμιν Λευκοφρυηνὰγ καὶ τὰν | |
πόλιν καὶ τὰγ χώραν τῶν Μαγνήτων ἱερὰγ καὶ ἄσυλον | |
νομίζουσιν, ἀπελογίξαντο δὲ καὶ τὰν ἐπιφά̣νειαν τᾶς | |
15 | θεοῦ καὶ τὰς γεγενημένας ἀπὸ τῶν Μαγνήτων εἰς τοὺς |
Ἕλλανας εὐχρηστίας τε καὶ εὐεργεσίας καὶ ἀξίουγ καὶ | |
παρεκάλουν τοὺς̣ Ἀπειρώτας ἀποδέξασθαι καὶ συναυ- | |
ξῆσαι τὰς ἐψηφισμένας τιμὰς τᾶι θεῶι· τα[ῦτ]α γὰρ | |
ποιήσαντας ἀκόλουθα πράξειν τ<ᾶ>ι τοῦ θεοῦ μαντείαι, χαρι- | |
20 | εῖσθαι δὲ καὶ τῶι δάμωι· δεδόχθαι τοῖς Ἀπειρώταις· τάν |
τε οἰκειότατα καὶ φ̣ιλίαν τὰν ὑπάρχουσαν τοῖς Ἀπειρώ- | |
ταις ποτὶ τοὺς Μάγνητας ἀνανεώσασθαι, καὶ τὸν ἀγῶ- | |
να ὃν τίθητι ἁ πόλις τῶν Μαγνήτων τᾶι Ἀρτέμιδι τᾶι Λευ- | |
κοφρυηνᾶι [π]οτιδέχε[σ]<θ>αὶ στεφανίταν ἰσοπύθιον ταῖς τι- | |
25 | μαῖς· καὶ τὰν [π]όλιν δὲ καὶ τὰν χώραν τῶν Μαγνήτων |
εἶμεν ἱερὰν κα[ὶ] ἄσυλον, καθίστασθαι δὲ καὶ θεαροδό- | |
χους τοὺς ὑποδεξομένους τοὺς θεωροὺς τοὺς ἑκασ- | |
τάκις παραγινομένους καὶ ἐπαγγέλλοντας τὰν θυσί- | |
αν καὶ τὸν ἀγῶνα{ι} ἐκ τᾶς τῶν Μαγνήτων πόλιος, ἀπο- | |
30 | στέλλειν δὲ καὶ θεωροὺς τοὺς συνθύσοντας καὶ συναυ- |
ξήσοντας τὰς τιμὰς τᾶι θεῶι, ὑπάρχειν δὲ καὶ τοῖς Μά- | |
γνησιν φίλοις καὶ οἰκείοις οὖσιν τὸ δίκαιογ καθάπερ καὶ | |
τοῖς προξένοις τῶν Ἀπειρωτᾶν. ὅπως δὲ εἰς τὸν ἃπαντα | |
χρόνον ὑπάρχηι φανερὰ τὰ δε[δ]ογμ̣έ̣να, ἀναγράψαι τ[ὸ] | |
35 | ψάφισμα ἐν Δωδώναι ἐν τῶι ἱερῶι τοῦ Διὸς τοῦ Νάου ἐν |
τῶι βήματι τῶι Ἀθηναίων ἀναθέματι, καὶ ἐπιμεληθῆμεν | |
ὅπως γραφῆι Κρίσωνα τὸν στραταγὸν καὶ τοὺς συνάρχον- | |
τας, τὸ δὲ ἀνάλωμα δόμεν Χαροπίδαν τὸν ἐπικαθιστάμε- | |
νον γραμματῆ{ι} συνεδρίου, ἐπαινέσαι δὲ καὶ τοὺς πρεσ- | |
40 | βευτὰς Ἀριστόδαμον Ἀριστέα Ἀντ̣άνορα ὅτ̣ι παρ[ε]πε- |
δάμησάν τε καὶ διελέγη[ν] περὶ πάντων ἀξίω[ς] τ̣ᾶς τε πόλι- | |
ος τῶν Μαγνήτων καὶ τοῦ ἔθνους τῶν Ἀπειρωτᾶν, διὸ | |
προξένους εἶμεν αὐτούς τε καὶ ἐκγόνους εἰς τὸν ἅπαν- | |
τα χρόνον, ὑπάρχειν δὲ αὐτοῖς καὶ πολιτείαν καὶ ἀσ- | |
45 | φάλειαν π̣αρὰ Ἀπειρωτᾶν καὶ πολέμου καὶ εἰράνας καὶ |
ἀτέλειαν καὶ ἐντέλειαν καὶ τὰ ἄ̣λλα πάντα, καθὼς | |
[κ]α̣ὶ̣ τοῖς ἄλλοις Ἀπειρώταις, δόμεν δὲ καὶ ἐκέχειρον | |
[αὐτοῖς Χα]ροπίδαν τὸν [γ]ραμματῆ{ι} τῶν συνέδρ[ων] | |
[ὅσον καὶ τοῖς] τ̣ὰ̣ Πύθια ἐπ̣α̣γγέλ[λουσ]ιν ἐ̣ν̣ τ̣ο̣ῖ̣ς ν̣[όμοις.] | |
50 | [κατὰ τὰ αὐτὰ] δ̣ὲ ἀπεδέξαντο |
[Κα]σ[σ]ωπαῖοι. |