Decree of koinon of Dionysiac technitai accepting invitation of Magnesia (Mai.) to Leukophryena and giving honors to Magnesia (Mai.) and to theoroi from Magnesia (Mai.); IIIe/II; found at Magnesia Mai.: *IMagnesia 89, ll. 1-51.  
[ ] IMagn 89.1-51
1.1 Ἐπίκουρον
Ἀγαρίστου
2.1 [Πυθόδοτον]
Χαρισίου
3.1 [Πρύτανιν]
Πυ[ρωνίδου]
π̣αρὰ τοῦ κοινοῦ τῶν περὶ τὸν Διόνυσο[ν]
5 τεχνιτῶν·
στεφανηφοροῦντος Ἀναξήνορος τοῦ Ἰφ[ικρά]-
τοῦ μηνὸς Λευκαθεῶνος, φυλῆς προεδρευ̣[ού]-
[σ]η̣ς Ἀτταλίδος, γραμματεύοντος τῆι β̣[ουλῆι]
[Λά]μπωνος τοῦ Μανδροδώρου, τετράδι ἀπ[ιόντος]
[ἐν] νομαίαι ἐκκλησίαι, προέδρων ἐπιστατοῦν[τος]
10 [Πο]λεμάρχου τοῦ Εὐάνδρου.  ἔδοξεν τῶι κοινῶι̣ [τῶν]
[πε]ρὶ τὸν Διόνυσον τεχνιτῶν· ἐπειδὴ Μάγνητες εὐ̣[σε]-
[βῶ]ς διακείμενοι πρὸς τὸ θεῖον, οἰκείως δὲ καὶ πρὸς τ[ὸ κοι]-
[νὸ]ν τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν ἐψηφίσαντο, [ὅπως]
[τ]ὸ κοινὸν τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν καλῆτ[αι εἰς]
15 [π]ροεδρίαν ἐν τοῖς ἀγῶσιν τοῖς μουσικοῖς οἷς τίθησιν̣ [ἡ πό]-
[λ]ις, ὠιήθησαν δὲ δεῖν τοὺς θεωροὺς τοὺς ἀποστελ[λο]-
μ̣ένους ἐπὶ τὰς θυσίας ἀνενεγκεῖν τὸ ψήφισμα, πα[ραγε]-
[ν]όμενοι δὲ οἱ θεωροὶ ἀπέδωκαν τὰ ψηφίσματα καὶ αὐ̣[τοὶ]
δ̣ιελέγησαν πᾶσαν σπουδὴν καὶ προθυμίαν ὑπὲρ τ[οῦ δή]-
20 μ̣ου ποιούμενοι, ἐνεφάνιζον δὲ καὶ τὴν τοῦ δήμου εὔν[οιαν·]
[ὅ]πως οὖν φαίνηται τὸ κοινὸν τῶν περὶ τὸν Διόνυσον τε[χνι]-
[τ]ῶν τιμῶν τήν τε τῆς θεᾶς ἐπιφάνειαν καὶ τὸν δῆ[μον]
τ̣ὸν Μαγνήτων, τύχηι τῆι ἀγαθῆι δεδόχθαι τῶι κο[ινῶι]
τ̣ῶν περὶ τὸν Διόνυσον τεχνιτῶν· κατεύχεσθαι ἐν τα[ῖς θυσί]-
25 αις καὶ Ἀρτέμιδι Λευκοφρυηνῆι τῆι ἀρχηγέτιδι τῆς π[όλεως]
τῆς Μαγνήτων καθότι καὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι· ἐνφ[ανιζέτω]-
σαν δὲ οἱ θεωροὶ Μάγνησιν, διότι φιλοτιμίας οὐθὲν ἐλλ[είπει τὸ]
κοινὸν τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν εἰς τὸ συναύξε[ιν τὰ τίμι]-
α καὶ ἔνδοξα τῆι πό<λ>ει τῆι Μαγνήτων· καὶ ἐπειδὴ καὶ π[ρότερον οἱ ἀ]-
30 [π]οσταλέντες θεωροὶ ὑπὸ τοῦ δήμου Ἐπίκουρος Ἀγαρίστ[ου, Πυθό]-
[δ]οτος Χαρισίου, Πρύτανις Πυρωνίδου παρεπεδήμ̣ησ[αν ἀξί]-
[ω]ς τοῦ Μαγνήτων δήμου καὶ τοῦ κοινοῦ τῶν περὶ τὸν Διόνυ̣[σον τε]-
[χ]νιτῶν καὶ τὰς θυσίας συνετέλεσαν καλῶς καὶ̣ ἐνδό̣[ξως καὶ]
[π]ολλοῖς τε τῶν̣ τεχνιτῶν εὐχρήστους ἑαυτοὺς παρεσ[κεύα]-
35 [σ]α̣ν καὶ κοινῆι τῆς συνόδου πρόνοιαν ἐποιοῦντο, ἐφ’ ο[ἶς τὸ κοι]-
[ν]ὸν τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν ἐπήινεσέν τε α̣[ὐτοὺς]
[κ]α̣ὶ ἐστεφάνωσεν στεφάνωι τῶι ἐκ τοῦ νόμου, νυνί τ[ε πάλιν]
[προ]θύμους ἑαυτοὺς παρέσχον εἰς τὰ συμφέροντα τῆ[ι συνό]-
[δωι·] δεδόχθαι τῶι κοινῶι τῶν περὶ τὸν Διόνυσον τεχ[νιτῶν·]
40 [ἑλέσ]θαι πρεσβευτὰς δύο ἐκ πάντων τῶν τεχνιτῶν, οἵτ[ινες ἀφι]-
[κόμε]ν̣οι εἰς Μαγνησίαν καὶ ἐπελθόντες ἐπὶ τὸν δῆμ̣[ον τῶν]
[Μαγνή]των ἀξιώσουσ[ιν ποι]ή̣σασθαι τὴν ἀναγγελία[ν τοῦ]
[στεφά]ν̣ου ἐν τῶι̣ ἀ̣γ[ῶνι τῶν Δι]ονυσίων κατὰ τὰ δ[εδογ]-
[μένα τῶι κοινῶι τῶ]ν̣ π̣[ερὶ τὸν Διόνυσον] τ̣ε̣χνιτῶν, στεφα[νῶσαι δὲ]
45 [Ἐπίκουρον Ἀγαρίστου, Πυθόδοτον Χαρι]σ̣ίου, Πρύτανιν Π̣[υρωνί]-
[δου φιλοτιμίας ἕνεκα καὶ εὐνοία̣ς] ἣ̣ν ἔχοντες διατε̣[λοῦ]-
[σιν εἰς τὸ κοινὸν τῶν περὶ τὸν Διόνυ]σ̣ον τεχνιτῶν, τύχ[ηι ἀγα]-
[θῆι δεδόχθαι ἀναγραφῆναι τοῦτο τὸ ψή]φισμα εἰς στήλην [λευ]-
[κοῦ λίθου καὶ ἀνατεθῆναι ἐν Μαγνησία]ι ἐν τῶι ἱερῶι τῆς Ἀρ[τέμι]-
50 [δος τῆς Λευκοφρυηνῆς.  πρεσβε]υ̣ταὶ ᾑρέθησαν
[Σέλευκος — καὶ Θέρσαν]δ̣ρος ποιητής.
Search Help
Contact Us