Decree of koinon of Dionysiac technitai accepting
invitation of Magnesia (Mai.) to Leukophryena and giving honors
to Magnesia (Mai.) and to theoroi from Magnesia (Mai.); IIIe/II;
found at Magnesia Mai.: *IMagnesia 89, ll. 1-51.
[ ]
IMagn 89.1-51
| 1.1 | Ἐπίκουρον |
| Ἀγαρίστου | |
| 2.1 | [Πυθόδοτον] |
| Χαρισίου | |
| 3.1 | [Πρύτανιν] |
| Πυ[ρωνίδου] | |
| π̣αρὰ τοῦ κοινοῦ τῶν περὶ τὸν Διόνυσο[ν] | |
| 5 | τεχνιτῶν· |
| στεφανηφοροῦντος Ἀναξήνορος τοῦ Ἰφ[ικρά]- | |
| τοῦ μηνὸς Λευκαθεῶνος, φυλῆς προεδρευ̣[ού]- | |
| [σ]η̣ς Ἀτταλίδος, γραμματεύοντος τῆι β̣[ουλῆι] | |
| [Λά]μπωνος τοῦ Μανδροδώρου, τετράδι ἀπ[ιόντος] | |
| [ἐν] νομαίαι ἐκκλησίαι, προέδρων ἐπιστατοῦν[τος] | |
| 10 | [Πο]λεμάρχου τοῦ Εὐάνδρου. ἔδοξεν τῶι κοινῶι̣ [τῶν] |
| [πε]ρὶ τὸν Διόνυσον τεχνιτῶν· ἐπειδὴ Μάγνητες εὐ̣[σε]- | |
| [βῶ]ς διακείμενοι πρὸς τὸ θεῖον, οἰκείως δὲ καὶ πρὸς τ[ὸ κοι]- | |
| [νὸ]ν τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν ἐψηφίσαντο, [ὅπως] | |
| [τ]ὸ κοινὸν τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν καλῆτ[αι εἰς] | |
| 15 | [π]ροεδρίαν ἐν τοῖς ἀγῶσιν τοῖς μουσικοῖς οἷς τίθησιν̣ [ἡ πό]- |
| [λ]ις, ὠιήθησαν δὲ δεῖν τοὺς θεωροὺς τοὺς ἀποστελ[λο]- | |
| μ̣ένους ἐπὶ τὰς θυσίας ἀνενεγκεῖν τὸ ψήφισμα, πα[ραγε]- | |
| [ν]όμενοι δὲ οἱ θεωροὶ ἀπέδωκαν τὰ ψηφίσματα καὶ αὐ̣[τοὶ] | |
| δ̣ιελέγησαν πᾶσαν σπουδὴν καὶ προθυμίαν ὑπὲρ τ[οῦ δή]- | |
| 20 | μ̣ου ποιούμενοι, ἐνεφάνιζον δὲ καὶ τὴν τοῦ δήμου εὔν[οιαν·] |
| [ὅ]πως οὖν φαίνηται τὸ κοινὸν τῶν περὶ τὸν Διόνυσον τε[χνι]- | |
| [τ]ῶν τιμῶν τήν τε τῆς θεᾶς ἐπιφάνειαν καὶ τὸν δῆ[μον] | |
| τ̣ὸν Μαγνήτων, τύχηι τῆι ἀγαθῆι δεδόχθαι τῶι κο[ινῶι] | |
| τ̣ῶν περὶ τὸν Διόνυσον τεχνιτῶν· κατεύχεσθαι ἐν τα[ῖς θυσί]- | |
| 25 | αις καὶ Ἀρτέμιδι Λευκοφρυηνῆι τῆι ἀρχηγέτιδι τῆς π[όλεως] |
| τῆς Μαγνήτων καθότι καὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι· ἐνφ[ανιζέτω]- | |
| σαν δὲ οἱ θεωροὶ Μάγνησιν, διότι φιλοτιμίας οὐθὲν ἐλλ[είπει τὸ] | |
| κοινὸν τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν εἰς τὸ συναύξε[ιν τὰ τίμι]- | |
| α καὶ ἔνδοξα τῆι πό<λ>ει τῆι Μαγνήτων· καὶ ἐπειδὴ καὶ π[ρότερον οἱ ἀ]- | |
| 30 | [π]οσταλέντες θεωροὶ ὑπὸ τοῦ δήμου Ἐπίκουρος Ἀγαρίστ[ου, Πυθό]- |
| [δ]οτος Χαρισίου, Πρύτανις Πυρωνίδου παρεπεδήμ̣ησ[αν ἀξί]- | |
| [ω]ς τοῦ Μαγνήτων δήμου καὶ τοῦ κοινοῦ τῶν περὶ τὸν Διόνυ̣[σον τε]- | |
| [χ]νιτῶν καὶ τὰς θυσίας συνετέλεσαν καλῶς καὶ̣ ἐνδό̣[ξως καὶ] | |
| [π]ολλοῖς τε τῶν̣ τεχνιτῶν εὐχρήστους ἑαυτοὺς παρεσ[κεύα]- | |
| 35 | [σ]α̣ν καὶ κοινῆι τῆς συνόδου πρόνοιαν ἐποιοῦντο, ἐφ’ ο[ἶς τὸ κοι]- |
| [ν]ὸν τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν ἐπήινεσέν τε α̣[ὐτοὺς] | |
| [κ]α̣ὶ ἐστεφάνωσεν στεφάνωι τῶι ἐκ τοῦ νόμου, νυνί τ[ε πάλιν] | |
| [προ]θύμους ἑαυτοὺς παρέσχον εἰς τὰ συμφέροντα τῆ[ι συνό]- | |
| [δωι·] δεδόχθαι τῶι κοινῶι τῶν περὶ τὸν Διόνυσον τεχ[νιτῶν·] | |
| 40 | [ἑλέσ]θαι πρεσβευτὰς δύο ἐκ πάντων τῶν τεχνιτῶν, οἵτ[ινες ἀφι]- |
| [κόμε]ν̣οι εἰς Μαγνησίαν καὶ ἐπελθόντες ἐπὶ τὸν δῆμ̣[ον τῶν] | |
| [Μαγνή]των ἀξιώσουσ[ιν ποι]ή̣σασθαι τὴν ἀναγγελία[ν τοῦ] | |
| [στεφά]ν̣ου ἐν τῶι̣ ἀ̣γ[ῶνι τῶν Δι]ονυσίων κατὰ τὰ δ[εδογ]- | |
| [μένα τῶι κοινῶι τῶ]ν̣ π̣[ερὶ τὸν Διόνυσον] τ̣ε̣χνιτῶν, στεφα[νῶσαι δὲ] | |
| 45 | [Ἐπίκουρον Ἀγαρίστου, Πυθόδοτον Χαρι]σ̣ίου, Πρύτανιν Π̣[υρωνί]- |
| [δου φιλοτιμίας ἕνεκα καὶ εὐνοία̣ς] ἣ̣ν ἔχοντες διατε̣[λοῦ]- | |
| [σιν εἰς τὸ κοινὸν τῶν περὶ τὸν Διόνυ]σ̣ον τεχνιτῶν, τύχ[ηι ἀγα]- | |
| [θῆι δεδόχθαι ἀναγραφῆναι τοῦτο τὸ ψή]φισμα εἰς στήλην [λευ]- | |
| [κοῦ λίθου καὶ ἀνατεθῆναι ἐν Μαγνησία]ι ἐν τῶι ἱερῶι τῆς Ἀρ[τέμι]- | |
| 50 | [δος τῆς Λευκοφρυηνῆς. πρεσβε]υ̣ταὶ ᾑρέθησαν |
| [Σέλευκος — καὶ Θέρσαν]δ̣ρος ποιητής. |