Decree of koinon of Dionysiac technitai accepting
invitation of Magnesia (Mai.) to [Leukophry]ena and giving honors
to [demos] of Magnesia (Mai.) and presbeutai from Magnesia
(Mai.); IIIe/II; found at Magnesia Mai.: *IMagnesia 54.
[ ]
IMagn 54
1 | [—] |
[—]τους | |
[— ἀπεστάλκα]σ̣ιν πρε- | |
[σβευτὰς Πυθόδοτον Χαρισίου, Ἐπίκουρον Ἀγ]αρίστου, | |
5 | [πρύτανιν Πυρωνίδου, οἳ παρα]καλ[οῦ]σιν τὴν θυσί- |
α[ν τε ἀπο]δέ[ξασθαι καὶ τὴν πανή]γυρ[ιν κ]αὶ τὸν ἀγῶν[α,] | |
ὃν τιθέασιν [Μάγνητες μουσι]κὸν κ[α]ὶ γυμνικὸ[ν καὶ ἱ]π- | |
πικὸν τῆι ἀρχ[ηγέτιδι τῆς πόλεως Ἀρτ]έμ[ιδι] | |
Λευκοφρυηνῆι, ἀκο[λούθως] δὲ [καὶ αὐτοὶ διελέ]- | |
10 | χθησαν τοῖς ἐν τῶι [ψηφίσ]ματι [γεγρα]μμέ[νοις ἀ]πο- |
λογισάμενοι τὴν τ[ῆς θεᾶ]ς ἐπι[φά]νεια[ν κ]αὶ | |
τὰς γεγενημένας ὑπ[ὸ Μα]γνή[των εὐχρησ]τ[ίας ε]ἰς | |
τοὺς Ἕλληνας ἐφ’ οἷς [ὁ θεὸς ὁ ἐν Δελφοῖς ἄσυλον] ἐθέσ- | |
πισεν αὐτῶν εἶναι τὴ̣[ν πόλιν καὶ τὴν χώρ]αν καὶ | |
15 | λώϊον καὶ ἄμεινον τ[οῖς σεβομένοις Ἀπό]λ̣λωνά |
τε Πύθιον καὶ Ἄρτεμι[ν Λευκοφυρ]ηνήν· [ὅπως] οὖν καὶ οἱ | |
τεχνῖται φαίνωνται, [κα]θ̣ότι̣ π̣άτρι̣[ον] αὐτοῖς ἐ̣σ̣τιν, | |
ταῖς τοῦ θεοῦ μαντε[ίαις ἀκολουθοῦντες καὶ] | |
τὴν πᾶσαν ἀποδεικν[ύμενοι εὔνοιαν καὶ προ]- | |
20 | θυμίαν εἰς τὴν πόλιν [τὴν Μαγνήτων συντελοῦν]- |
τές τε τοὺς ἀγῶνας [καὶ συμπομπεύοντες.] | |
ἀγαθῆι τύχηι· δεδό[χθαι τῶι κοινῶι τῶν περὶ τὸν] | |
Δ̣ιόνυσον τεχνιτῶν [ἀποδέχεσθαι μὲν τὴν θυσίαν] | |
καὶ τὰς ἐκεχειρίας κ[αὶ τὸν ἀγῶνα, ὃν] τιθ[έασι Μά]- | |
25 | γνητες στεφανίτην ἰ[σοπ]ύθιον, [ἐπὶ σωτ]ηρίαι κα̣ὶ ὑ̣γι- |
είαι καὶ ὁμονοίαι τῶ[ν τεχνι]τῶν [κ]αὶ τοῦ δήμου τοῦ | |
Μαγνήτων, εἶναι δὲ αὐ[τῶν τήν τε] πόλιν καὶ τὴν χώ- | |
ραν ἱερὰν καὶ ἄσυλο[ν κατὰ] τὸν τοῦ θεοῦ χρησμόν, | |
ἐπαινέσαι δὲ καὶ τὸν [δῆμον] τὸν Μαγνήτων καὶ στε- | |
30 | φανῶσαι στεφάνωι τῶ[ι ἐκ] τοῦ νόμου ε[ὐ]σ[ε]βείας ἕνεκεν |
τῆς εἰς τὸ θεῖον, ἀνα[γγεῖ]λαι [δὲ] τὸν στέφανον ἐν μὲν | |
τῆι πανηγύρει τῶν τ[εχνιτ]ῶν τὴν ἀναγγελίαν ποιη- | |
σαμένου τοῦ ἀγων[ο]θ[έτ]ου, ἐν δὲ [Μ]αγνησίαι ἐν τῶι | |
ἀγῶνι τῶι γυμνικῶ[ι· ἀποστ]έλλεσθαι καὶ θεωροὺς | |
35 | νῦν τε καὶ εἰς τὸν [ἅπαντα] χρόνον ἐκ πάντων τῶν |
τεχνιτῶν τρεῖς, [δοῦναι δὲ] α[ὐ]τοῖς τοὺς μερι[σ]τὰ[ς] | |
εἰς θυσίαν ὅσον [ἂν τάξηι ἡ] σύνοδος, οἱ δὲ χειροτονη- | |
θέντες ἀφικόμεν[οι εἰς Μαγν]ησίαν μετεχέτωσαν | |
τῆς πανηγύ[ρεως καὶ συμπ]ομπευέτωσαν [εἴς τε] | |
40 | τ[ο]ὺς [ἀγῶνας καὶ τὴν θυσί]αν, ἐ[παινέσαι δὲ τοὺς] |
πρέσβ̣[ει]ς Πυθό[δοτον Χαρισί]ου, Ἐπίκο[υρον Ἀγαρίστου,] | |
Πρύτανιν Πυρω[νίδου —] | |
․․νων[—] | |
[—] | |
45 | [προ]θ̣[υ]μ̣ία̣ς διετέλ[εσαν —] |
[τ]ὸ κοινὸν τῶν περὶ τ[ὸν Διόνυσον —] | |
αὐτοὺς τῶν τεχ[ν]ιτ[ῶν —] | |
τοὺς πρεσβευτὰς |