Decree of boule and demos of Chalk[i]s accepting invitation of Magnesia Mai. to Leukophryena and giving honors to theoroi from Magnesia Mai. in accordance with letter of King Philip (IV); IIIe/199 BC; found at Magnesia Mai.: *IMagnesia 47; Syll2 260; **Wilhelm, JÖAI 4, 1901 Beibl. 26 (l. 6); IG XII 9, pp. 166-167; Syll3 561; **Picard, Chalcis 275, note 6 (ll. 1); SEG 29, 1132.  
[ ] IMagn 47
1 [οἱ στρατ]ηγ̣ο[ὶ] εἶπαν· [ἐπειδὴ ὁ β]ασιλεὺς Φίλι[π]πος
ἔγρα[ψε]ν τῆι βουλῆι κ[αὶ τῶι] δήμ[ωι] περὶ [Μ]αγνή-
των τῶν ἐπὶ Μαιάνδρωι, οἳ [σ]υγγενεῖς ὄντες Μακε-
δόνων ἠξίουσαν̣ τ[ὸν] ἀγῶν[α ὃ]ν τιθέασι [τῆι][ρτ]έ-
5 μιδι τῆι Λευκοφρυηνῆι προσέξα]σθαι στεφανίτην·
αὐτὸν μὲν οὖν ὑπα[κ]ηκόενα̣ι, [κ]α̣λ̣[ῶς] δὲ ποιήσειν̣ κα[ὶ]
τοὺς πολίτας προσ[δ]εξαμ[ένους] τοὺς ἄνδρας τοὺς
ἀπεσταλμένους ὑπὲρ τούτ[ων·] ἀκολούθως δὲ καὶ οἱ ἡι-
ρημένοι ὑπὸ Μαγνήτων περὶ τῆς ἐπαγγελίας τοῦ ἀγῶ-
10 νος Ἀπολλοφάνης Αἰσχύλου, Εὔβουλ[ος] Ἀναξαγό-
ρου, Λυκομήδης Χ[α]ρισίου πρόσοδον ποιη[σ]άμενοι
καὶ τὸ ψήφισμα ἀποδόντες καὶ ἀπολογισάμενοι
τήν τε τῆς θεᾶς ἐ̣πιφάνειαν καὶ τὰς γεγενημένας
ὑπὸ τῆς πατρίδος εὐχρηστίας εἰς τοὺς Ἕλληνας
15 παρεκάλουν ἀποδεξαμ̣έ̣νους τοὺς πολίτας συναύ-
ξειν τὰς ἐψ[ηφ]ισμένας τιμὰς τῆι Ἀρτέμιδι τῆι Λευκο-
φρυηνῆι· περὶ δὴ τούτων [δε]δόχθαι τῆι βουλῆι καὶ
τῶι δήμωι· ἀποδέξασθαι τὸν ἀγῶνα τῶν Λευκοφρυ-
ηνῶν, ὃν τιθέασι Μάγνητες ο[ἱ] ἐπὶ Μαιάνδρου τῆι Ἀρτέ-
20 μιδι τῆι Λευκοφρυηνῆι στε[φα]νίτην ἰσοπύθιον, καθά-
περ οἱ ἀπεσταλμένοι ὑπ’ [α][τῶν θ]εωροὶ ἐπαγγέλλουσιν,
καὶ τοῖς νικήσασιν Χαλκ[ι]δ[έων τ]ὸν ἀγῶνα τοῦτον διδό-
ναι τὰ ἴσα ἆθλα, ὅσαπερ κ̣[αὶ] το[ῖς τ]ὰ Πύθια νικήσασιν
ἐκ τοῦ νόμου καθήκε[ι] δίδοσθ[αι], ἀποστέλλεσθαι δὲ καὶ
25 θεωροὺς παρὰ τῆς πόλεως, ὅτ[αν] καθήκωσιν οἱ ἀγῶνες
[τ]ῶν Λευκοφ[ρυ]ηνῶν, δίδο[σ]θ[αι] δ[ὲ] τὴν ἀπαρχὴν τοῖς ἀπο-
στελλομένοις θεωροῖς παρὰ [Μ]αγνήτων τὴν ἐκ τοῦ νόμου.
Search Help
Contact Us