Decree of demos of Apollonia (Epidamni) accepting
invitation of Magnesia Mai. to Leukophryena and giving honors to
presbeutai from Magnesia Mai.; IIIe/II; found at Magnesia Mai.:
*IMagnesia 45 + p. 295; **DeDecker, RPh 29, 1905, 160-161 (ll.
33-36); Boesch, Theoros 72, note 1 (l. 47).
[ ]
IMagn 45 + p. 295
1 | παρὰ Ἀπολλωνιατῶν· |
πρυ[τ]α[νεύ]οντος Ἀριστομένεος, Ἁλ<ι>οτροπίου | |
τρίτᾳ παραγενομένων πρεσβευτᾶν καὶ θεωρῶν | |
παρὰ τᾶς πόλιος τῶν Μαγνήτων τῶν ἐπὶ Μαιάν- | |
5 | δρου Σωσικλέος τοῦ Διοκλέος καὶ Ἀριστο- |
δάμου τοῦ Διοκλέος καὶ Διοτίμου τοῦ Μηνοφί- | |
λου καὶ κομιξάντων ψάφισμα παρὰ τᾶς πόλι- | |
ος, ἐν ὧι κατεκεχώριστο ὅ τε χρησμὸς ὁ παρὰ | |
τοῦ θεοῦ τοῦ ἐν [Δ]ελφοῖς, ὅτι λώιον εἴη καὶ ἄμει- | |
10 | νον τοῖς σεβ̣ομένοις Ἄρτεμιν Λευκοφρυ[η]νὰν |
καὶ τὰ[ν] π̣όλιν τῶν Μαγνήτων καὶ τὰν χώραν ἱ[ε]- | |
[ρ]ὰν κ[αὶ ἄ]σ[υ]λον νομίζουσιν, καὶ ὅτι ὁ δᾶμος τ[ῶ]ν | |
Μα[γνήτω]ν ἐψάφισται τᾶι εὐεργέτιδι τᾶς πόλι- | |
ος Ἀρ[τ]έμιδι Λευκοφρυηνᾶι διὰ πέντε ἐτέων θυ- | |
15 | [σ]ίαν καὶ πανάγυριν καὶ ἐκεχειρίαν καὶ ἀγῶνα |
στεφανίταν ἰσοπύθιον μουσικόν τε καὶ γυμνι- | |
κὸν καὶ ἱππικόν, διαλεχθέντων δὲ καὶ τῶν πε- | |
ρὶ Σωσικλῆ ἀκολούθως τῶι ψαφίσματι καὶ ἐμ- | |
φανιξάντων τάν τε τᾶς θεοῦ ἐπιφάνειαν καὶ | |
20 | τὰν οἰκειότατα Μαγνήτων καὶ Ἀπολλωνιατᾶν |
καὶ τὰ̣ς εὐεργε[σ]ίας τὰς προγεγεν̣ειμένας ὑπὸ | |
τῶν προγόνων αὐ[τ]ῶν εἴς τε τὸ ἱερὸν τὸ ἐν Δελ- | |
φοῖς καὶ εἰ τοὺς Ἕλλανας καὶ παρακαλούν[τ]ων | |
ἀποδέξασθαι τὸ[ν ἀ]γῶνα καὶ συναύξειν τὰς [ἐψα]- | |
25 | [φ]ισμένας τιμὰς [τ]ᾶι θεῶι, ἔδο[ξ]ε τῶι δάμωι̣ |
τῶν Ἀπολλωνιατᾶν· ἀποδέξασθαι τὰ ἐπαγ- | |
γελλόμενα παρὰ τῶν Μαγ[ν]ήτων καὶ τὰν πό- | |
λιν κα̣ὶ τὰν χώραν αὐτῶν ἱερὰν κ̣αὶ ἄσυλον | |
νομίζειν καὶ τοῖς [ν]ικῶσι τῶν π[ολιτ]ᾶν τὸν ἀγῶ- | |
30 | ν̣α̣ τῶν Λευκοφρυ[η]νῶν [εἶ]μεν τ[ὰ]ς [αὐτὰς τιμὰς] |
ἃς καὶ τοῖς τὰ Πύθια νι[κῶ]σιν, ἀ[ποστέλλειν] | |
δ̣ὲ παρὰ τᾶς πόλιος καὶ θεωρο[ὺς εἰς Μαγνησί]- | |
[α]ν ἐπὶ τὰν θυσίαν κ̣α̣ὶ̣ [τ]ὸν ἀγ[ῶνα καὶ τὰ]ν̣ π̣α̣[νά]- | |
[γυρι]ν̣, τοὺς δ̣ὲ̣ [ἐπαγγέλλοντας ἀεὶ τὸν ἀγῶνα] | |
35 | [ἄγεσθαι εἰς τὸν δᾶμον ἐπὶ τὰ ξένια ἐκ τοῦ τα]- |
μιείου̣, [κληθῆναι δὲ αὐτοὺς] ἐπὶ [σίτησιν ἐν τῶι] | |
[π]ρυτανείωι καὶ τὰ λοιπὰ ἃ καὶ [τοῖς τὰ Πύθια ἐ]- | |
παγγέλλουσιν καὶ καταταχθῆ[ναι ἐν το]ῖς | |
ν̣όμοις τόν τε ἀγῶνα καὶ τὰς τιμὰς τὰς ἐψαφισ- | |
40 | μένας, ἐπαινέσαι δὲ καὶ τοὺς θεωροὺς Σωσι- |
κλῆ{ι} Ἀριστόδαμον Διότιμον ἐπὶ τε [τῶι δια]- | |
λεχθῆμεν ἀξ[ίω]ς̣ ἀμφοτερᾶν τᾶ̣ν̣ [πολίων] | |
[καὶ —] | |
[— προξέ]νους τᾶς Ἀπολ- | |
45 | [λωνιατᾶν πόλιος, δόμεν δ’ αὐτοῖς] καὶ ξένια τὰ |
[μέγιστα ἐκ] τ̣ῶν [νόμων κα]ὶ [κλ]η̣θῆμεν αὐτο[ὺς] | |
[εἰς τὸ πρ]υτανεῖο[ν εἰς] τὰν [κ]οινὰν ἑστίαν· | |
[θεαροδόκ]ον εἶμεν Μ[αγν]ήτων Ἵππανθον Φ[—,] | |
τοὺς δὲ ταμίας ἐπιμέλει̣α̣ν π̣[οιήσ]ασ[θαι,] | |
50 | [ὅπως ἀναγρα]φῇ εἰς χάλκωμα τὸ ψάφισμ[α] |
[καὶ ἀνατεθῇ εἰς τὸ] ἱερὸν τοῦ Ἀπόλλωνος. |