Decree of boule and demos of Antiocheia P[ersidos]
accepting invitation of Magnesia Mai. to Leukophryena and giving
honors to Magnesia Mai. and theoroi from Magnesia Mai., with
subscript listing cities voting likewise; IIIe/193 BC; found at
Magnesia Mai.: *IMagnesia 61 + p. 295; **OGIS 233 (ll. 13, 45,
55-56, 59, 64, 65, 67-73, 79-80, 82, 86-87, 88, 89, 93, 94-95);
**SEG 4, 504 (l. 111); **Robert, Laodicée 330-331 (l. 1);
**Robert, Amyzon 168, note 40 (ll. 74-75); SEG 32, 1148.
[ ]
IMagn 61 + p. 295
1 | [π]αρὰ Ἀντιοχέων τῶν Π[ερσίδος·] |
[ἐ]πὶ̣ ἱερ̣έως Σελεύκου Νικάτορος καὶ Ἀντιόχου | |
Σωτ̣ῆρος καὶ Ἀντιόχου Θεοῦ καὶ Σελεύκου Καλλινί- | |
κου καὶ βασιλέως Σελεύκου καὶ βασιλέως Ἀντιόχου | |
5 | καὶ τοῦ υἱοῦ αὐτοῦ βασιλέως Ἀντιόχου Ἡρακλείτου |
τοῦ Ζωέους τῆς πρώτης ἑξαμήνου· δόγματα ἐκκλη- | |
σίας κυρίας τὰ ἀπενεχθέντα ὑπὸ Ἀσκληπιάδου τοῦ̣ | |
Ἑκαταίου τοῦ Δημητρίου τοῦ γραμματέως τῆς βου- | |
λῆς καὶ τῆς ἐκκλησίας μηνὸς Πανθέου τρίτηι φθίνον- | |
10 | τος ἔδοξε τῆι ἐκκλησίαι πρυτάνεων εἰπάντων· ἐπ̣ε̣ι- |
δὴ Μάγνητες οἱ ἀπὸ Μαιάνδρου συγγενεῖς ὄντες | |
καὶ φίλοι τοῦ δήμου καὶ πολλὰς καὶ ἐπιφανεῖς χρεί- | |
ας παρε̣ισ̣χημένο[ι] τ̣ο̣ῖ̣ς̣ [Ἕλλ]ησιν [τῶν εἰς εὐδοξί]- | |
αν ἀνηκουσῶν πρότ̣ερόν τε Ἀντιόχου τοῦ Σ̣ωτ̣ῆ̣ρ̣ο̣ς̣ | |
15 | φιλοτιμο̣[υ]μ̣ένου ἐπα[υξ]ῆσαι τὴμ πόλιν ἡμῶν οὖσαν |
αὑτοῦ ἐπώνυμον καὶ πέμψαντος πρὸς αὐτοὺς περὶ | |
ἀποικίας, καλὰ καὶ ἔνδοξα ψηφισάμενοι καὶ εὐχὰς καὶ | |
θυσίας ποιησάμενοι ἀπέστειλαν ἄνδρας πλήθει | |
ἱκανοὺς καὶ ἀρετῆι διαφέροντας, σπουδάζοντες | |
20 | συναυξῆσαι τὸν τῶν Ἀντιοχέων δῆμον, διατηροῦν- |
τές τε τὴν πρὸς ἅπαντας τοὺς Ἕλληνας εὔνοιαν | |
καὶ φανερὸν θέλοντες ποιεῖν, ὅτι πᾶσιν τοῖς προσήκ[ου]- | |
σιν μεταδιδόασιν σπονδῶν τε καὶ θυσιῶν καὶ τῶν ἄλ- | |
λων τιμίων τῶν ἀνηκόντων εἰς τὸ θεῖον, ἐγδοθέντος | |
25 | αὐτοῖς χρησμοῦ ἀνέδειξαν κατὰ πᾶσαν τὴν Ἑλλά- |
δα συντελοῦντες τῆι ἀρχηγέτιδι τῆς πόλ̣εως θυσί- | |
ας καὶ πανήγυριν καὶ ἐκεχειρίαν καὶ ἀγῶνα στεφανί- | |
την διὰ πενταετηρίδος μουσικόν τε καὶ γυμνικὸν | |
καὶ ἱππικόν, δικαίαν ἀποδιδόντες χάριν τῆι εὐεργέ- | |
30 | τιδι, καὶ πρὸς τὸν δῆμον ἀπεστάλκασι πρεσβευτὰς |
Δημοφ<ῶ>ντα Λυκιδέως, Φιλίσκον Φιλίου, Φέρητ̣α | |
Φέρητος, οἳ καὶ ἐπ̣ελθόντες ἐπί τε τὴν βουλὴν καὶ | |
τὴν ἐκκλησίαν ψήφισμά τε ἀπέδωκαν παρὰ Μαγνή- | |
των καὶ ἀνανεωσάμενοι τὴν συγγένειαν καὶ τὴν φι- | |
35 | λίαν ἀπελογίσαντο διὰ πλειόνων τήν τε τῆς θεᾶς ἐ- |
πιφάνειαν καὶ τὰς χρείας ἃς παρέσχηνται Μάγνητες | |
πολλαῖς τῶν Ἑλληνίδων πόλεων καὶ παρεκάλουν | |
ἀποδέξασθαι τὸν ἀγῶνα στεφανίτην ὃν συντελοῦ- | |
σιν Ἀρτέμιδι Λευκοφρυηνῆι κατὰ τὸν τοῦ θεοῦ χρησμόν· | |
40 | ὁ δὲ δῆμος σεβόμενος μὲν τοὺς κοινοὺς θεοὺς αὑτοῦ τε |
καὶ Μαγνήτων, προαιρούμενος δὲ αὔξειν τ̣ὴν ἑ[αυτοῦ] | |
εὔνοιαν πρὸς τοὺς συγγενεῖς καὶ ἄλλω̣ν̣ δ̣ὲ̣ π̣όλεω̣ν̣ | |
[πολλῶν τὰ αὐτὰ π]ρ̣οε̣ψ̣[η]φ̣[ισ]μ̣έν̣ω̣ν̣ [․․․․․․․․18․․․․․․․․]το | |
․․σ̣ι̣ν̣ πρὸ π̣α̣ν̣τ̣ὸ̣ς̣ οἴεται δεῖν καιρὸ[ν μηδένα] παρ̣α[λεί]- | |
45 | πε[ιν πρέ]ποντα ἐν ὧι [καὶ] καθ’ ἰδίαν ἑκ[άστωι κ]α̣ὶ κοινῆι πᾶ- |
σιν ἐ[να]π̣οδείξεται τὴ̣ν̣ σπουδὴν ἣ̣[ν ἔχ]ων διατελεῖ | |
[εἰς τὸ συ]μφέρον τὸ τῶν Μαγνή[των·] ἀγαθῆι τύχη̣[ι·] | |
[δ]ε[δ]ό[χθα]ι τῆι βουλῆι καὶ τῶι δή̣μ̣ω̣[ι· ἐπαι]ν̣έσαι μὲν Μά- | |
γ̣ν̣ητας τῆς̣ τε πρὸς τὸ θεῖον εὐσεβείας ἕνεκεν καὶ τῆς | |
50 | πρὸς τὸμ βασιλέα Ἀντίοχον φιλίας καὶ εὐνοίας καὶ |
τὸν δῆμον τὸν Ἀντιοχέων, καὶ δ[ι]ότι τοῖς ἰδίοις ἀγαθ[οῖς] | |
καὶ τῆι εὐημερίαι [τ]ῆς πόλεως καλῶς χρώμενοι δι[αφ]υ- | |
λάσσουσιν τὴμ πάτριον πολιτείαν̣, ε̣ὐξασ[θ]αι δὲ τ̣οὺς | |
ἱερεῖς θεοῖς πᾶσιν καὶ πάσαις, διαμένειν Μ[άγ]ν̣ησιν | |
55 | εἰς τ̣ὸ[ν] ἅπαντα χρόνον ἐπὶ τύχη̣ι ἀγαθῆι τὴ[ν] πολε[ιτεί]- |
αν ἀπ̣[ο]δ̣έ̣ξ̣ασθαι δὲ τὴν θυσίαν καὶ τὴν πανήγυρι[ν] | |
καὶ τὴν ἐκεχ̣[ειρίαν καὶ τὸν ἀγῶνα στεφανίτην ἰσοπύθιον] | |
τόν τε μου[σικὸν καὶ γυμνικὸν καὶ ἱππικὸν, ὃν] | |
συντελοῦ̣[σι Μάγνητες τῆι Ἀρτέμιδι τῆι Λευκοφρυηνῆι] | |
60 | διὰ τὸ πάτρ̣ι̣[ον —] |
φίλων τίμια̣ [—] | |
καὶ τὰ λοιπὰ ἃ [—] | |
καὶ τῆι Μαγνήτ̣[ων πόλει —] | |
καθ’ ἑκάστην [— ἀποστεῖλαι δὲ καὶ θεωροὺς] | |
65 | εἰς Μαγν̣ησία̣[ν τοὺς θύσοντας τῆι Ἀρτέμιδι Λευκο]- |
φρυηνῆι ἐπὶ σωτηρ̣ί̣α̣[ι τοῦ τε βασιλέως καὶ ἀμφοτέρων τῶν] | |
πόλεων, δίδοσθαι δὲ α[ὐτοῖς καὶ ἐφόδιον ἐκ τοῦ δημοσίου] | |
ὅσον ἂν ὁ δῆμος ψηφ[ίζηται ἱκανὸν εἶναι καὶ πρέπον] | |
[τῆ]ι πόλ̣[ει αἱρεῖσθαι δὲ τοὺς θεωροὺς τῆι — τοῦ Ἡρα]- | |
70 | κλείου μηνὸς, [ὅταν καὶ αἱ ἄλλαι ἀρχαὶ αἱ πολιτικαὶ] |
σταθῶσιν, τοὺς δὲ [αἱρεθέντας ἀποστέλλεσθαι] | |
ἀπὸ τῆς ἑστίας τῆς [κοινῆς τοῦ δήμου. τοῖς δὲ παρα]- | |
γινομένοις θεωροῖ[ς ἐκ Μαγνησίας πρὸς ἡμᾶς δίδοσ]- | |
θαι ὑπὸ τῶν ταμιῶν ξ̣[ένια ὅσα δἰδο-] καθὰ δίδο]- | |
75 | ται καὶ ταῖς παρὰ Ἀρ[τέμιδος τῆς Ἐφεσίας θεωρίαις] |
συνθυέτωσαν δὲ οἱ θ[εωροὶ — τῆι Ἀρτέμι]- | |
[δι τῆι Λευκ]ορ̣[ρυ]ηνῆι τὰ [—] | |
τοῖς δὲ νικῶσιν τῶν̣ [πολιτῶν τὸν ἀγῶνα τῶν Λευκο]- | |
φρυηνῶν εἶναι τὰς α[ὐτὰς τιμὰς καὶ τὰ φιλάνθρωπα παρὰ] | |
80 | τῆς πόλεως καθὰ κ[αὶ τοῖς τὰ Πύθια νικήσασιν ἐκ τῶν] |
νόμων ὑπάρχει, τὰ α[—] | |
κου ἐφιέμενοι, πειρώ[μενοι δὲ ἄ]- | |
γεσθαι τοὺς ἀγῶνας [—] | |
ε․σε․․ καὶ τῶν παρα[—] | |
85 | αἱ τιμαὶ τῶι νικήσαν̣[τι —] |
καὶ τοὺς πρε̣σβευτὰς [— ἔτα]- | |
ξεν ὁ ἐπὶ τὴ[ν κ]οινὴν [διοίκησιν ἡιρημένος —] | |
τοὺς πρυτάνεις ἀεὶ [— κατὰ τὰ ὑπὸ] | |
τοῦ δήμου ἐ̣[ψ]ηφισμ[ένα — οἱ ἀφι]- | |
90 | κνούμενοι παρὰ Μα[γνήτων —] |
πάση̣ς̣ προεδρ[ία]ς τ[—] | |
ἵνα καὶ ἡ φιλία ταῖς πό[λεσιν ὑπάρχηι εἰς τὸν ἅπαντα] | |
χρόνον, αἱρεθῆναι δ[ὲ καὶ θεωροδόκον ὑπὸ τοῦ δήμου,] | |
ὅστις ὑποδέξεται τ[οὺς θεωροὺς τοὺς παραγινομένους πα]- | |
95 | ρὰ Μαγνήτων, εἶνα[ι δὲ —] |
τὸν θεωροδόκον ε[—] | |
δέδεκται ὁ δ̣ῆμος [—] | |
προεψηφισμένο[ις — ἐπὶ —] | |
ἱερ[έως ἡιρ]έθ[η ․․․․11․․․․․ Ἡγ]η̣σ̣ά̣ν[δρου̣]. | |
100 | ὁμο[ί]ως δὲ ἔδοξεν καὶ |
1.101 | Σελευ̣κεῦσιν τοῖς |
πρὸς [τ]ῶι Τίγρει, | |
Ἀπαμεῦ̣σιν τοῖς | |
[π]ρὸς τῶι Σελείαι, | |
105 | Σελευκεῦσιν τοῖς |
πρὸς τ̣ῆι ἐρυθρᾷ | |
θαλάσσηι, | |
Σελευκεῦσιν τοῖς | |
πρὸς τῶι Ε̣ὐ̣λαίωι, | |
110 | Σ[ε]λευκ[εῦσι]ν τ[οῖς] |
π[ρὸ]ς τῶ[ι Ἡδυφῶντι] | |
2.101 | [—] |
[—] | |
[—] | |
[—] | |
105 | Ἀν[τι]ο̣[χεῦσιν τοῖς] |
πρὸς̣ [—] | |
Ἀλ[εξανδρεῦσιν τοῖς] | |
[—] | |
[—] | |
110 | [—] |
[—] | |