Decree of boule and demos of Antiocheia P[ersidos] accepting invitation of Magnesia Mai. to Leukophryena and giving honors to Magnesia Mai. and theoroi from Magnesia Mai., with subscript listing cities voting likewise; IIIe/193 BC; found at Magnesia Mai.: *IMagnesia 61 + p. 295; **OGIS 233 (ll. 13, 45, 55-56, 59, 64, 65, 67-73, 79-80, 82, 86-87, 88, 89, 93, 94-95); **SEG 4, 504 (l. 111); **Robert, Laodicée 330-331 (l. 1); **Robert, Amyzon 168, note 40 (ll. 74-75); SEG 32, 1148.  
[ ] IMagn 61 + p. 295
1 [π]αρὰ Ἀντιοχέων τῶν Π[ερσίδος·]
[ἐ]πὶ̣ ἱερ̣έως Σελεύκου Νικάτορος καὶ Ἀντιόχου
Σωτ̣ῆρος καὶ Ἀντιόχου Θεοῦ καὶ Σελεύκου Καλλινί-
κου καὶ βασιλέως Σελεύκου καὶ βασιλέως Ἀντιόχου
5 καὶ τοῦ υἱοῦ αὐτοῦ βασιλέως Ἀντιόχου Ἡρακλείτου
τοῦ Ζωέους τῆς πρώτης ἑξαμήνου· δόγματα ἐκκλη-
σίας κυρίας τὰ ἀπενεχθέντα ὑπὸ Ἀσκληπιάδου τοῦ̣
Ἑκαταίου τοῦ Δημητρίου τοῦ γραμματέως τῆς βου-
λῆς καὶ τῆς ἐκκλησίας μηνὸς Πανθέου τρίτηι φθίνον-
10 τος ἔδοξε τῆι ἐκκλησίαι πρυτάνεων εἰπάντων· ἐπ̣ε̣ι-
δὴ Μάγνητες οἱ ἀπὸ Μαιάνδρου συγγενεῖς ὄντες
καὶ φίλοι τοῦ δήμου καὶ πολλὰς καὶ ἐπιφανεῖς χρεί-
ας παρε̣ισ̣χημένο[ι] τ̣ο̣ῖ̣ς̣ [Ἕλλ]ησιν [τῶν εἰς εὐδοξί]-
αν ἀνηκουσῶν πρότ̣ερόν τε Ἀντιόχου τοῦ Σ̣ωτ̣ῆ̣ρ̣ο̣ς̣
15 φιλοτιμο̣[υ]μ̣ένου ἐπα[υξ]ῆσαι τὴμ πόλιν ἡμῶν οὖσαν
αὑτοῦ ἐπώνυμον καὶ πέμψαντος πρὸς αὐτοὺς περὶ
ποικίας, καλὰ καὶ ἔνδοξα ψηφισάμενοι καὶ εὐχὰς καὶ
θυσίας ποιησάμενοι ἀπέστειλαν ἄνδρας πλήθει
ἱκανοὺς καὶ ἀρετῆι διαφέροντας, σπουδάζοντες
20 συναυξῆσαι τὸν τῶν Ἀντιοχέων δῆμον, διατηροῦν-
τές τε τὴν πρὸς ἅπαντας τοὺς Ἕλληνας εὔνοιαν
καὶ φανερὸν θέλοντες ποιεῖν, ὅτι πᾶσιν τοῖς προσήκ[ου]-
σιν μεταδιδόασιν σπονδῶν τε καὶ θυσιῶν καὶ τῶν ἄλ-
λων τιμίων τῶν ἀνηκόντων εἰς τὸ θεῖον, ἐγδοθέντος
25 αὐτοῖς χρησμοῦ ἀνέδειξαν κατὰ πᾶσαν τὴν Ἑλλά-
δα συντελοῦντες τῆι ἀρχηγέτιδι τῆς πόλ̣εως θυσί-
ας καὶ πανήγυριν καὶ ἐκεχειρίαν καὶ ἀγῶνα στεφανί-
την διὰ πενταετηρίδος μουσικόν τε καὶ γυμνικὸν
καὶ ἱππικόν, δικαίαν ἀποδιδόντες χάριν τῆι εὐεργέ-
30 τιδι, καὶ πρὸς τὸν δῆμον ἀπεστάλκασι πρεσβευτὰς
Δημοφ<ῶ>ντα Λυκιδέως, Φιλίσκον Φιλίου, Φέρητ̣α
Φέρητος, οἳ καὶ ἐπ̣ελθόντες ἐπί τε τὴν βουλὴν καὶ
τὴν ἐκκλησίαν ψήφισμά τε ἀπέδωκαν παρὰ Μαγνή-
των καὶ ἀνανεωσάμενοι τὴν συγγένειαν καὶ τὴν φι-
35 λίαν ἀπελογίσαντο διὰ πλειόνων τήν τε τῆς θεᾶς ἐ-
πιφάνειαν καὶ τὰς χρείας ἃς παρέσχηνται Μάγνητες
πολλαῖς τῶν Ἑλληνίδων πόλεων καὶ παρεκάλουν
ἀποδέξασθαι τὸν ἀγῶνα στεφανίτην ὃν συντελοῦ-
σιν Ἀρτέμιδι Λευκοφρυηνῆι κατὰ τὸν τοῦ θεοῦ χρησμόν·
40 ὁ δὲ δῆμος σεβόμενος μὲν τοὺς κοινοὺς θεοὺς αὑτοῦ τε
καὶ Μαγνήτων, προαιρούμενος δὲ αὔξειν τ̣ὴν ἑ[αυτοῦ]
εὔνοιαν πρὸς τοὺς συγγενεῖς καὶ ἄλλω̣ν̣ δ̣ὲ̣ π̣όλεω̣ν̣
[πολλῶν τὰ αὐτὰ π]ρ̣οε̣ψ̣[η]φ̣[ισ]μ̣έν̣ω̣ν̣ [․․․․․․․․18․․․․․․․․]το
․․σ̣ι̣ν̣ πρὸ π̣α̣ν̣τ̣ὸ̣ς̣ οἴεται δεῖν καιρὸ[ν μηδένα] παρ̣α[λεί]-
45 πε[ιν πρέ]ποντα ἐν ὧι [καὶ] καθ’ ἰδίαν ἑκ[άστωι κ]α̣ὶ κοινῆι πᾶ-
σιν ἐ[να]π̣οδείξεται τὴ̣ν̣ σπουδὴν ἣ̣[ν ἔχ]ων διατελεῖ
[εἰς τὸ συ]μφέρον τὸ τῶν Μαγνή[των·] ἀγαθῆι τύχη̣[ι·]
[δ]ε[δ][χθα]ι τῆι βουλῆι καὶ τῶι δή̣μ̣ω̣[ι· ἐπαι]ν̣έσαι μὲν Μά-
γ̣ν̣ητας τῆς̣ τε πρὸς τὸ θεῖον εὐσεβείας ἕνεκεν καὶ τῆς
50 πρὸς τὸμ βασιλέα Ἀντίοχον φιλίας καὶ εὐνοίας καὶ
τὸν δῆμον τὸν Ἀντιοχέων, καὶ δ[ι]ότι τοῖς ἰδίοις ἀγαθ[οῖς]
καὶ τῆι εὐημερίαι [τ]ῆς πόλεως καλῶς χρώμενοι δι[αφ]υ-
λάσσουσιν τὴμ πάτριον πολιτείαν̣, ε̣ὐξασ[θ]αι δὲ τ̣οὺς
ἱερεῖς θεοῖς πᾶσιν καὶ πάσαις, διαμένειν Μ[άγ]ν̣ησιν
55 εἰς τ̣ὸ[ν] ἅπαντα χρόνον ἐπὶ τύχη̣ι ἀγαθῆι τὴ[ν] πολε[ιτεί]-
αν ἀπ̣[ο]δ̣έ̣ξ̣ασθαι δὲ τὴν θυσίαν καὶ τὴν πανήγυρι[ν]
καὶ τὴν ἐκεχ̣[ειρίαν καὶ τὸν ἀγῶνα στεφανίτην ἰσοπύθιον]
τόν τε μου[σικὸν καὶ γυμνικὸν καὶ ἱππικὸν, ὃν]
συντελοῦ̣[σι Μάγνητες τῆι Ἀρτέμιδι τῆι Λευκοφρυηνῆι]
60 διὰ τὸ πάτρ̣ι̣[ον —]
φίλων τίμια̣ [—]
καὶ τὰ λοιπὰ ἃ [—]
καὶ τῆι Μαγνήτ̣[ων πόλει —]
καθ’ ἑκάστην [— ἀποστεῖλαι δὲ καὶ θεωροὺς]
65 εἰς Μαγν̣ησία̣[ν τοὺς θύσοντας τῆι Ἀρτέμιδι Λευκο]-
φρυηνῆι ἐπὶ σωτηρ̣ί̣α̣[ι τοῦ τε βασιλέως καὶ ἀμφοτέρων τῶν]
πόλεων, δίδοσθαι δὲ α[ὐτοῖς καὶ ἐφόδιον ἐκ τοῦ δημοσίου]
ὅσον ἂν ὁ δῆμος ψηφ[ίζηται ἱκανὸν εἶναι καὶ πρέπον]
[τῆ]ι πόλ̣[ει αἱρεῖσθαι δὲ τοὺς θεωροὺς τῆι — τοῦ Ἡρα]-
70 κλείου μηνὸς, [ὅταν καὶ αἱ ἄλλαι ἀρχαὶ αἱ πολιτικαὶ]
σταθῶσιν, τοὺς δὲ [αἱρεθέντας ἀποστέλλεσθαι]
ἀπὸ τῆς ἑστίας τῆς [κοινῆς τοῦ δήμου.  τοῖς δὲ παρα]-
γινομένοις θεωροῖ[ς ἐκ Μαγνησίας πρὸς ἡμᾶς δίδοσ]-
θαι ὑπὸ τῶν ταμιῶν ξ̣[ένια ὅσα δἰδο-] καθὰ δίδο]-
75 ται καὶ ταῖς παρὰ Ἀρ[τέμιδος τῆς Ἐφεσίας θεωρίαις]
συνθυέτωσαν δὲ οἱ θ[εωροὶ — τῆι Ἀρτέμι]-
[δι τῆι Λευκ]ορ̣[ρυ]ηνῆι τὰ [—]
τοῖς δὲ νικῶσιν τῶν̣ [πολιτῶν τὸν ἀγῶνα τῶν Λευκο]-
φρυηνῶν εἶναι τὰς α[ὐτὰς τιμὰς καὶ τὰ φιλάνθρωπα παρὰ]
80 τῆς πόλεως καθὰ κ[αὶ τοῖς τὰ Πύθια νικήσασιν ἐκ τῶν]
νόμων ὑπάρχει, τὰ α[—]
κου ἐφιέμενοι, πειρώ[μενοι δὲ ἄ]-
γεσθαι τοὺς ἀγῶνας [—]
ε․σε․․ καὶ τῶν παρα[—]
85 αἱ τιμαὶ τῶι νικήσαν̣[τι —]
καὶ τοὺς πρε̣σβευτὰς [— ἔτα]-
ξεν ὁ ἐπὶ τὴ[ν κ]οινὴν [διοίκησιν ἡιρημένος —]
τοὺς πρυτάνεις ἀεὶ [— κατὰ τὰ ὑπὸ]
τοῦ δήμου ἐ̣[ψ]ηφισμ[ένα — οἱ ἀφι]-
90 κνούμενοι παρὰ Μα[γνήτων —]
πάση̣ς̣ προεδρ[ία]ς τ[—]
ἵνα καὶ ἡ φιλία ταῖς πό[λεσιν ὑπάρχηι εἰς τὸν ἅπαντα]
χρόνον, αἱρεθῆναι δ[ὲ καὶ θεωροδόκον ὑπὸ τοῦ δήμου,]
ὅστις ὑποδέξεται τ[οὺς θεωροὺς τοὺς παραγινομένους πα]-
95 ρὰ Μαγνήτων, εἶνα[ι δὲ —]
τὸν θεωροδόκον ε[—]
δέδεκται ὁ δ̣ῆμος [—]
προεψηφισμένο[ις — ἐπὶ —]
ἱερ[έως ἡιρ]έθ[η ․․․․11․․․․․ Ἡγ]η̣σ̣ά̣ν[δρου̣].
100 ὁμο[ί]ως δὲ ἔδοξεν καὶ
1.101 Σελευ̣κεῦσιν τοῖς
πρὸς [τ]ῶι Τίγρει,
Ἀπαμεῦ̣σιν τοῖς
[π]ρὸς τῶι Σελείαι,
105 Σελευκεῦσιν τοῖς
πρὸς τ̣ῆι ἐρυθρᾷ
θαλάσσηι,
Σελευκεῦσιν τοῖς
πρὸς τῶι Ε̣ὐ̣λαίωι,
110 Σ[ε]λευκ[εῦσι]ν τ[οῖς]
π[ρὸ]ς τῶ[ι Ἡδυφῶντι]
2.101 [—]
[—]
[—]
[—]
105 Ἀν[τι]ο̣[χεῦσιν τοῖς]
πρὸς̣ [—]
Ἀλ[εξανδρεῦσιν τοῖς]
[—]
[—]
110 [—]
[—]
Search Help
Contact Us