Honorary decree of boule of Antiocheia (Mai.?) for foreign judge Pythodotos Charisiou of Magnesia (Mai.) and for Magnesia (Mai.); IIIe/IIb; found at Magnesia Mai.: *IMagnesia 90; **Wilhelm, JÖAI 4, 1901 Beibl. 31-32 (ll. 9-10, 19-20); **Holleaux, REA 5, 1903, 218-219 (ll. 18-19).  
[ ] IMagn 90
1 [στε]φ̣ανηφοροῦντος τοῦ θεοῦ τοῦ μετὰ Φρήτορ[α,]
[μηνὸς] Ποσιδεῶνος, φυλῆς προεδρευούσης Ποσειδ[ωνι]-
[άδος,] γραμματεύοντος τῆς βουλῆς Λάμπωνος τοῦ [Μαν]-
[δροδ]ώ̣ρου, τετράδι ἀπιόντος, ἐν νομαίαι ἐκκλησίαι, π[ροέ]-
5 [δρων ἐ]πιστατοῦντος Ἀπολλοφάνου τοῦ Ἀπολλοφάνο[υ.]
[π]αρ[ὰ] Ἀντι[ο]χέων·
[ὑπὲρ] τιμῶν Πυθοδότωι Χαρισίου·
[δήμου?] γνώ[μη· ἐ]πειδὴ ὁ ἐγ Μαγνησίας παραγενόμεν[ος]
[κατὰ τ]ὸ διόρθωμα τὸ κυ[ρ]ωθὲν ὑπὸ τοῦ δήμου μετά[πεμπτος]
10 [δι]καστής· Πυθόδοτος Χαρ[ι]σίου τὴν προσήκου[σαν]
[σπουδ]ὴν ἐποιήσατο περὶ τῶν δικῶν καὶ παραγραφῶν κα[ὶ —]
[․4․․]κῶν, καὶ ἐφρόντισεν ὅπως π[ά]ντες οἱ ἐν ταῖς φιλ[ονι]-
[κίαις] ὄντες οἱ μὲν συλλυθέντες [ἀ]ποκαταστῶσιν εἰς [τὴν]
[πρ]ὸς αὑτοὺς ὁμόνοιαν, οἱ δὲ τ[υ]χόντες τῶν ἴσων ἐν [τοῖς]
15 [ἀγῶσ]ιν κατὰ μηθένα τρόπον ἐλ[α]σσωθῶσιν· ὅπως ο[ὖν]
[καὶ ὁ δ]ῆμος φαίνηται μνείαν ποιούμενος τῶν φιλοπόνω[ς καὶ]
[δικ]αίως κρινάντων τὰς κρίσε[ι]ς καὶ ἀξίως τῆς τε πα[τρίδος]
[τῆ]ς̣ ἀποστειλάσης καὶ τοῦ δήμου τοῦ μεταπεμψαμέ[νου αὐτοὺς,]
[οἵ τε ἀπ]ὸ τοῦ νῦν εἰς τὴν πόλιν ἡμῶν παραγενόμενοι δικασ[ταὶ θεω]-
20 [ροῦντε]ς τὰς προσηκούσας τιμὰς ὑπαρχούσας τοῖς ἀγαθοῖς [τῶν ἀν]-
[δρῶ]ν προιστῶνται τῶν δικαίων μετὰ πάσης προθυμία[ς, δε]-
[δόχ]θαι τῶι δήμωι Μάγνητας μὲν φίλους ὄντας ἐ[παι]-
[νέσ]α̣ι ἐπὶ τῶι φιλοτιμηθῆναι ἄνδρα καλὸν καὶ ἀγαθ[ὸν]
[ἀποστ]εῖλαι, Πυθοδότωι δὲ [ὑπ]ά̣ρχειν πολιτείαν καὶ [πάντων]
25 [μετου]σίαν καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν οἷς ὁ δῆμος [τί]-
[θησι, σ]τεφανωθῆναι δὲ αὐτὸν καὶ χρυσῶι στεφάνω[ι, γενομέ]-
[νης τῆς] ἀναγορεύσεως ἐν τῶ[ι] ἀγῶνι τῶι συντελουμ[ένωι ἐν]
[τοῖς Δι]ονυσίοις, ὑπάρχειν δὲ τὴμ πολιτείαν καὶ τοῖς ἐ[κγό]-
[νοις αὐ]τοῦ, ἀ[να]γρ[αφῆν]αι δὲ καὶ τὸ ψήφισμα τόδε εἰς σ[τή]-
30 [λην λιθ]ίνη[ν καὶ] ἀν[α]σ[τα]θῆναι τὴν στήλην ἐν τῶι ἱερῶι τοῦ
[․․․․11․․․․․, τὴν δὲ] ἔγδοσιν τῆς στήλης καὶ τῆς ἀνα[γραφῆς]
[τοῦ ψηφίσματος πο]ιήσασθαι Ἱππόλυτον τὸν ἐργ[επιστά]-
[την, ἑλέσθαι δὲ καὶ π]ρεσβευτὴν ὃς ἀποίσει τὸ ψ[ήφισμα]
[— κ]αὶ ἀν̣αγγελεῖ τῶι δή[μωι —]
35 [—]ως δοῦναι τὸ π[ροσῆκον —]
[— Ἀντιοχ]έων δήμου ε[—]
[— ψηφίσ]μ̣ατος κ[—]
[—]το[—]
Search Help
Contact Us