Decree of boule and chilioi of Akarnanians accepting invitation to Leukophryena, with subscribed list of states voting the same; IIIe/189 BC; found at Magnesia Mai.: *IMagnesia 31; IG IX I2 582; **Habicht, Hermes 85, 1957, 110, note 2 (l. 48).  
[ ] IMagn 31
1 [στραταγ]οῦ̣ν̣τος [τῶν Ἀ]καρνά[ν]ων Νι̣καίου τοῦ Ἐχε[—]
[․․6․․․ Κ]ορονταίου, ἱππάρχα Κλεωνύμου τοῦ Λαμισ-
[κου ․․5․․]ου, γραμματέος στραταγῶι Χέρσυος τοῦ
[․․․․9․․․․] Μεδιωνίου, συνεδρίου γραμματέος Ἀν-
5 [․․․․10․․․․] τοῦ Ἡρακλείτου Ἀνακτοριέος, προμνάμο-
[νος δὲ Ν]ι̣κάνδρου τοῦ Λύκου Θυρρείου, μηνὸς Πα-
[νάμου ἕκτ]αι ἐπ’ εἰκάδι, παραγενομένων πρεσβευτᾶν
[παρὰ Μαγ]νήτων τῶν ἐπὶ Μαιάνδρου Ἀριστοδάμου
[τοῦ Διοκ]λέος, Ἀριστέα τοῦ Γοργάσου, Ἀντάνορος τοῦ
10 [Κωλω]τίωνος καὶ διαλεγομένων περὶ τᾶς οἰκειό-
[τατ]ο̣ς τᾶς ὑπαρχούσας τοῖς Μάγνησιν ποτὶ τοὺς
[Ἀκ]αρνᾶνας, ἔτι δὲ καὶ τὰν φιλίαν[ν]ανεουμέ-
[ν]ων καὶ τὰς εὐεργεσίας ἀπολογιζομένων ἃς πεποίην-
ται τὸ κοινὸν τῶν Μαγνήτων ἐς τοὺς Ἕλλανας, ἀποδόντων
15 δὲ καὶ τὸ ψάφισμα, καθ’ ὃ παρεκάλουν δέχεσθαι τὰν ἐ-
κεχειρίαν χρήσαντος τοῦ θεοῦ τοῦ ἐν Δελφοῖς λώϊον
[εἶμ]εν καὶ ἄμεινον [τ]οῖς σεβομένοις Ἄρτεμιν Λευκοφρυη-
ν̣ὰν καὶ τὰν πόλιν αὐτῶν καὶ τὰν χώραν ἱερὰν καὶ ἄσυλον εἶ-
[μ]ε̣ν, διὸ καὶ τὸν δᾶμον ἐψαφίσθαι τᾶι εὐεργέτιδι τᾶς πόλιος
20 Ἀρτέμιδι Λευκοφρυηνᾶι διὰ πέντε ἐτέων θυ̣σίας καὶ
πανάγυριν καὶ ἀγῶνα στεφανίταν ἰσοπύθιον μουσι-
κόν τε καὶ γυμνικὸν καὶ ἱππικὸν ποιεῖν, δικαίαν ἀποδι-
δόντας χάριν τᾶι εὐεργέτιδι, παρακαλούντ[ων αὐ]-
τῶν ὅπως οἱ οἰκεῖοί τε καὶ φίλοι μετέχ<ω>ντι τᾶν θυσιᾶν
25 τᾶν συντελουμενᾶν ὑπ’ αὐτῶν, καὶ ἐμφανιζόντων τὰν
ἐπιφάνειαν τᾶς θεοῦ, δεδόχθαι τᾶι βουλᾶι τῶν Ἀκαρ-
νάνων καὶ τοῖς χιλίοις· τάν τε θυσίαν καὶ ἐκεχειρί-
αν καὶ τὸν ἀγῶνα ποτιδέχεσθαι στεφανίταν ἰσοπύ-
θιον ταῖ[ς] τιμαῖς, εἶμεν δὲ αὐτῶν τάν τε πόλιν καὶ τὰν
30 χώραν ἱερὰν καὶ ἄσυλον, ἀποστέλλε[ι]ν δὲ κ̣αὶ θεω-
ροὺς τοὺς <σ>υνθύσοντας τὰν θυσίαν καὶ θεαροδόκους
καταστᾶσαι ἑκάσταν πόλιν τᾶν Ἀκαρνανίδων τοὺς
ὑποδεξομένους ἀεὶ τοὺς παραγινομένους θεωροὺς πα-
ρὰ τῶν Μαγνήτων, δόμεν δὲ Ἵππαρχον τὸν ταμίαν εἰς
35 ἀπαρχὰν τᾶι θεῶι εἰς τὰν θυσίαν ἀργυρίω δραχμὰς
ἑκατὸν πεντήκοντα, ἀνανεώσασθαι δὲ καὶ τὰν φι-
[λία]ν καὶ τὰν οἰκειότατα καθὼς παρεκάλουν· ὅπως
[δὲ] μεί[ν]ηι εἰς τὸν ἅπαντα χρόνον, ἀναγράψαι <δὲ> τὰ
[δεδ]ογμένα εἰς̣ στάλαν λιθίναν Ἵππαρχον τὸν ταμί-
40 [αν] καὶ ἀναθέμεν ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ
[Ἀκτ]ίου· εἶμεν δὲ προξένους καὶ εὐεργέτας τοῦ κοι-
[νοῦ] τῶν Ἀκαρνάνων κατὰ τὸν νόμον Ἀριστόδα-
[μον] Διοκλέο(ς), Ἀριστέα Γοργάσου, Ἀντάνορα Κωλωτί-
[ωνος.]
45 κατὰ τὰ αὐτὰ δὲ ἐψηφίσαντο·
1.46 Θυρρεῖς
Λευκάδιοι
Ἀνακτόριοι
Ἀλυζεῖς
50
2.46 Μεδιώνιο[ι]
Παλαιρεῖ̣ς
[Φ]οκρεῖς
․․․λε[ῖς?]
50
Search Help
Contact Us