Decree of boule and chilioi of Akarnanians accepting
invitation to Leukophryena, with subscribed list of states voting
the same; IIIe/189 BC; found at Magnesia Mai.: *IMagnesia 31; IG
IX I2 582; **Habicht, Hermes 85, 1957, 110, note 2 (l. 48).
[ ]
IMagn 31
1 | [στραταγ]οῦ̣ν̣τος [τῶν Ἀ]καρνά[ν]ων Νι̣καίου τοῦ Ἐχε[—] |
[․․6․․․ Κ]ορονταίου, ἱππάρχα Κλεωνύμου τοῦ Λαμισ- | |
[κου ․․5․․]ου, γραμματέος στραταγῶι Χέρσυος τοῦ | |
[․․․․9․․․․] Μεδιωνίου, συνεδρίου γραμματέος Ἀν- | |
5 | [․․․․10․․․․] τοῦ Ἡρακλείτου Ἀνακτοριέος, προμνάμο- |
[νος δὲ Ν]ι̣κάνδρου τοῦ Λύκου Θυρρείου, μηνὸς Πα- | |
[νάμου ἕκτ]αι ἐπ’ εἰκάδι, παραγενομένων πρεσβευτᾶν | |
[παρὰ Μαγ]νήτων τῶν ἐπὶ Μαιάνδρου Ἀριστοδάμου | |
[τοῦ Διοκ]λέος, Ἀριστέα τοῦ Γοργάσου, Ἀντάνορος τοῦ | |
10 | [Κωλω]τίωνος καὶ διαλεγομένων περὶ τᾶς οἰκειό- |
[τατ]ο̣ς τᾶς ὑπαρχούσας τοῖς Μάγνησιν ποτὶ τοὺς | |
[Ἀκ]αρνᾶνας, ἔτι δὲ καὶ τὰν φιλίαν ἀ[ν]ανεουμέ- | |
[ν]ων καὶ τὰς εὐεργεσίας ἀπολογιζομένων ἃς πεποίην- | |
ται τὸ κοινὸν τῶν Μαγνήτων ἐς τοὺς Ἕλλανας, ἀποδόντων | |
15 | δὲ καὶ τὸ ψάφισμα, καθ’ ὃ παρεκάλουν δέχεσθαι τὰν ἐ- |
κεχειρίαν χρήσαντος τοῦ θεοῦ τοῦ ἐν Δελφοῖς λώϊον | |
[εἶμ]εν καὶ ἄμεινον [τ]οῖς σεβομένοις Ἄρτεμιν Λευκοφρυη- | |
ν̣ὰν καὶ τὰν πόλιν αὐτῶν καὶ τὰν χώραν ἱερὰν καὶ ἄσυλον εἶ- | |
[μ]ε̣ν, διὸ καὶ τὸν δᾶμον ἐψαφίσθαι τᾶι εὐεργέτιδι τᾶς πόλιος | |
20 | Ἀρτέμιδι Λευκοφρυηνᾶι διὰ πέντε ἐτέων θυ̣σίας καὶ |
πανάγυριν καὶ ἀγῶνα στεφανίταν ἰσοπύθιον μουσι- | |
κόν τε καὶ γυμνικὸν καὶ ἱππικὸν ποιεῖν, δικαίαν ἀποδι- | |
δόντας χάριν τᾶι εὐεργέτιδι, παρακαλούντ[ων αὐ]- | |
τῶν ὅπως οἱ οἰκεῖοί τε καὶ φίλοι μετέχ<ω>ντι τᾶν θυσιᾶν | |
25 | τᾶν συντελουμενᾶν ὑπ’ αὐτῶν, καὶ ἐμφανιζόντων τὰν |
ἐπιφάνειαν τᾶς θεοῦ, δεδόχθαι τᾶι βουλᾶι τῶν Ἀκαρ- | |
νάνων καὶ τοῖς χιλίοις· τάν τε θυσίαν καὶ ἐκεχειρί- | |
αν καὶ τὸν ἀγῶνα ποτιδέχεσθαι στεφανίταν ἰσοπύ- | |
θιον ταῖ[ς] τιμαῖς, εἶμεν δὲ αὐτῶν τάν τε πόλιν καὶ τὰν | |
30 | χώραν ἱερὰν καὶ ἄσυλον, ἀποστέλλε[ι]ν δὲ κ̣αὶ θεω- |
ροὺς τοὺς <σ>υνθύσοντας τὰν θυσίαν καὶ θεαροδόκους | |
καταστᾶσαι ἑκάσταν πόλιν τᾶν Ἀκαρνανίδων τοὺς | |
ὑποδεξομένους ἀεὶ τοὺς παραγινομένους θεωροὺς πα- | |
ρὰ τῶν Μαγνήτων, δόμεν δὲ Ἵππαρχον τὸν ταμίαν εἰς | |
35 | ἀπαρχὰν τᾶι θεῶι εἰς τὰν θυσίαν ἀργυρίω δραχμὰς |
ἑκατὸν πεντήκοντα, ἀνανεώσασθαι δὲ καὶ τὰν φι- | |
[λία]ν καὶ τὰν οἰκειότατα καθὼς παρεκάλουν· ὅπως | |
[δὲ] μεί[ν]ηι εἰς τὸν ἅπαντα χρόνον, ἀναγράψαι <δὲ> τὰ | |
[δεδ]ογμένα εἰς̣ στάλαν λιθίναν Ἵππαρχον τὸν ταμί- | |
40 | [αν] καὶ ἀναθέμεν ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ |
[Ἀκτ]ίου· εἶμεν δὲ προξένους καὶ εὐεργέτας τοῦ κοι- | |
[νοῦ] τῶν Ἀκαρνάνων κατὰ τὸν νόμον Ἀριστόδα- | |
[μον] Διοκλέο(ς), Ἀριστέα Γοργάσου, Ἀντάνορα Κωλωτί- | |
[ωνος.] | |
45 | κατὰ τὰ αὐτὰ δὲ ἐψηφίσαντο· |
1.46 | Θυρρεῖς |
Λευκάδιοι | |
Ἀνακτόριοι | |
Ἀλυζεῖς | |
50 | |
2.46 | Μεδιώνιο[ι] |
Παλαιρεῖ̣ς | |
[Φ]οκρεῖς | |
․․․λε[ῖς?] | |
50 |