Decree (of Magnesia Mai.) concerning celebration of festival of Artemis Leukophryene Nikephoros; II2; found at Magnesia Mai.: *IMagnesia 100.b + p. 296; Syll2 512; Syll3 695.b; **Wilhelm, NBeiträge VI 49 (ll. 14-15); Sokolowski, LSAM 33.B; **Pélékidis, BCH 80, 1956, 480-482 (ll. 24-25); SEG 15, 668.  
[ ] IMagn 100b + p. 296
1 [—]
[—]
[—]
[․․․․․․14․․․․․․]ετα[—]
5 ․․5․․π̣․ότος τὴν θε̣[ὰν? — καθι]-
δρύεσθαι προστάξαν[τος ․․․8․․․․ ὅπως ․․6․․․]ντ․․οι πάντ[ες οἱ κατοι]-
κοῦντες τήν τε πόλιν καὶ [τὴν χώραν κα]τὰ δύναμιν τὴν ἰδίαν [τὰς πρε]-
πούσας ἀπονέμωσιν τῆι θεῶι τιμὰς κατ’ ἐνιαυτὸν τῆι ἕκτηι ἱ[σταμέ]-
νου τοῦ Ἀρτεμισιῶνος μηνὸς ἐν τοῖς προσαγορευομένοις [Εἰσιτηρί]-
10 οις καταξίως τῶν ὑπ’ αὐτῆς γεγενημένων τε καὶ γινο[μένων διὰ]
παντὸς εἰς τὸ πλῆθος ἡμῶν εὐεργεσιῶν, οἰομένου σ<υ>ν̣[οίσειν ἀνί]-
εσθαι μὲν τοὺς παῖδας ἐκ τῶν μαθημάτων κατὰ τὸ πά[τριον ἔθος]
[κ]αὶ τὴν οἰκετείαν ἀπὸ παντὸς ἔργου, συνκεχωρηκότος δὲ [οἰκονομί]-
αν τῶν διαπωλουμένων ἐν ἐκείνῃ τῆι ἡμέραι χάριν τοῦ [ἐπὶ? μᾶλ]-
15 [λ]ον ἔκδηλον ὑπάρχειν τὴν τοῦ δήμου σπουδήν, τά τε ἄ[λλα κατα]-
χωρίσαντος ἐν τῶι ψηφίσματι τὰ διατείνοντα πρὸ[ς] τὴν τ[ῆς θεοῦ λατ]-
[ρ]είαν?, ἐπιτάξαντος δὲ καὶ σπονδὰς καὶ κατευχὰς ὑπὸ τῆς συν̣[αρχίας, ἔτι]
δὲ καὶ θυσίας συντελεῖσθαι, καθῆκόν ἐστιν τῶι δήμωι [πλεῖον καὶ ἐκτε]-
νέστερον περὶ τῶν προγεγραμμένων φροντίσαι καὶ ἀ[ναγράψαι]
20 μὲν τὸ κεκυρωμένον ἐπὶ στεφανηφόρου Πολυκλείδου [μηνὸς Ἁ]-
γνεῶνος ψήφισμα, περιέχον δὲ τὰς προγεγραμμένας τι[μὰς]
εἰς τὴν παραστάδα τὴν ἀπὸ δυσμῆς τῆς στοᾶς τῆς βορεί[ας ἐφ’ ἧς ἔ]-
πεστιν τὸ βουκεφάλιον χειροτονηθέντος ἐπὶ τῆς ἀναγ[ραφῆς ἀν]-
δρὸς ὃς ἐγδώσει μετὰ τοῦ ἀρχιτέκτονος χορηγη[σάντ]ω[ν τὸ] γινό]-
25 μενον δαπάνημα χάριν τῆς ἀναγραφῆς τῶν ἐπὶ τῶν ἱερῶν πρ̣[οσό]-
δων τῶν ἐν τῶι ἐνεστῶτι ἐνιαυτῶι· ἵνα δὲ πάντες γινώσκωσιν ὡ[ς]
καθῆκόν ἐστιν ἐν τοῖς Εἰσιτηρίοις τὰς τῆς Ἀρτέμιδος συνεπαύξε[ιν]
τιμάς, τὸν γραμματέα τῆς βουλῆς τὸν ἀεὶ κατασταθησόμενον
καὶ τὸν ἀντιγραφέα καθ’ ἕκαστον ἔτος τοῦ μηνὸς τοῦ Ἀρτεμισιῶ-
30 νος τῆι δευτέραι μετὰ τὸ τὴν αἵρεσιν γενέσθαι τῆς τε ἱερείας
καὶ τοῦ στεφανηφόρου παραναγινώσκειν ἐπάναγ[κ]ες τὸ [ψ]ήφισ-
μα τὸ εἰσενεχθὲν ὑπὸ Διαγόρου τοῦ Ἰσαγόρου τὸ περὶ τῆ[ς τῶν Εἰ]-
σιτηρίων διοικήσεως· ἐὰν δὲ μὴ ποιήσωνται τὴν ἀνάγνωσιν [αὐ]-
τοῦ καθότι προστέτακται, ὀφείλειν αὐτῶν ἑκάτερον ἱερὰς
35 δραχ(μὰς) ϡʹ καὶ εἶναι φάσιν τῶι βου[λ]ομένωι τῶν πολιτῶν, οἷς [ἔ]-
ξεστιν, ἐπὶ τῷ ἡμίσει πρὸς τοὺς εὐθύνους, θέσθω δὲ ὁ αἱρε[θ]ησ[ό]-
μενος ἀνὴρ ἐπὶ τῆς ἀναγραφῆς περὶ ὧν ἂν χειρίσῃ λόγον πρός τε
τὸν γραμματέα τῆς βουλῆς καὶ τὸν ἀντιγραφέα, ἄμεινον δὲ εἶ-
ναι καὶ τοῖς κεκτημένοις οἰκίας ἢ ἐργαστήρια κατασκευάσασιν [κα]-
40 τὰ δύναμιν βωμοὺς πρὸ τῶν θυρῶν καὶ κονιάσασιν, ποιήσασιν δὲ [ἐ]-
πιγραφὴν Ἀρτέμιδος Λευκοφρυηνῆς Νικηφόρου· ἐὰν δέ τις μὴ ἐπι[τε]-
λέσῃ, μὴ ἄμεινον αὐτῶι εἶναι· ἀναγραφῆναι δὲ εἰς τὴν αὐτὴν παρασ[τά]-
δα καὶ τόδε τὸ ψήφισμα.  ἡ<ι>ρέθη ἐπὶ τῆς ἀναγραφῆς
τῶν ψηφισμάτων Μαιάνδριος Ἀρτεμιδώρου.
Search Help
Contact Us