Decree of boule and demos (of Magnesia Mai.) concerning
celebrating festival of Artemis Leukophryene, with prescript;
inscribed II2, perhaps composed earlier; found at Magnesia Mai.:
*IMagnesia 100.a + p. 296; Syll2 552; **Syll3 695.a (ll. 42-43,
45-48); Sokolowski, LSAM 33.A; SEG 15, 668.
[ ]
IMagn 100a + p. 296
1 | στεφανηφοροῦντος Πολυκλείδου τοῦ |
Πυθοδήλου μηνὸς Ἁγνεῶνος | |
ὑπὲρ τῆς καθιδρύσεως τοῦ ξοάνου τῆς Ἀρτέμιδος | |
τῆς Λευκοφρυηνῆς εἰς τὸν κατεσκευασμένον αὐ- | |
5 | τῆι νῦν Παρθενῶνα καὶ περὶ τοῦ ἐπιτελεῖσθαι αὐτῆι |
καθ’ ἕκαστον ἐνιαυτὸν ἐν μηνὶ Ἀρτεμισιῶνι τῆι | |
ἕκτηι ἱσταμένου σπονδὰς καὶ θυσίας, συντε- | |
λεῖσθαι δὲ καὶ ὑφ’ ἑκάστου τῶν κατοικούντων | |
θυσίας πρὸ τῶν θυρῶν κατ’ οἴκου δύναμιν ἐπὶ | |
10 | τῶν κατασκευασθησομένων ὑπ’ αὐτῶν βωμῶν. |
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Διαγόρας Ἰσαγόρου εἶπεν· ἐπειδὴ | |
θείας ἐπιπνοίας καὶ παραστάσεως γενομένης τῶι σύνπαντι πλήθει | |
τοῦ πολιτεύματος εἰς τὴν ἀποκατάστασιν τοῦ ναοῦ συντέλειαν εἴλη- | |
φεν ὁ [Π]αρθενὼν τῆι [κ]ατὰ μέρος ἐπαυξήσει τῶν ἔργων καὶ μεγαλοπρε- | |
15 | πείαι πλεῖστον διαφέρων τοῦ ἀπολειφθέντος ἡμῖν τὸ παλαιὸν ὑπὸ τῶν |
προγόνων, πάτριον δ’ ἐστὶν τῶι δήμωι πρὸς τὸ θεῖον εὐσεβῶς διακει- | |
μένωι πᾶσιν μὲν τοῖς θεοῖς ἀεί ποτε τὰς καταξίας θυσίας τε καὶ τιμὰς | |
ἀπονέμειν, μάλιστα δὲ τῆι ἀρχηγέτιδι τῆς πόλεως Ἀρτέμιδι Λευκο- | |
φρυηνῆι, τύχηι ἀγαθῆι καὶ ἐπὶ σωτηρίαι τοῦ τε δήμου καὶ τῶν εὐνοούν- | |
20 | των τῶι πλήθει τῶι Μαγνήτων σὺν γυναιξὶ καὶ τέκνοις τοῖς τούτων, |
δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· τὸν μὲν νεωκόρον καὶ τὴν ἱέρειαν τῆς | |
Ἀρτέμιδος τοῦ μηνὸς τοῦ Ἀρτεμισιῶνος τῆι ἕκτηι ἱσταμένου συντε- | |
λέσαι τὴν ἀποκατάστασιν τῆς θεοῦ εἰς τὸν Παρθενῶνα μετὰ θυσίας | |
τῆς ἐπιφανεστάτης, τὴν δὲ ἡμέραν τήνδε ἀναδεδεῖχθαι εἰς τὸν ἀε[ὶ] | |
25 | χρόνον ἱερὰν προσαγορευομένην Ἰσιτήρια, καὶ ἔστωσαν ἐν αὐτῆι ἐκε- |
χειρίαι πᾶσι πρὸς πάντων, γινέσθω δὲ καὶ γυναικῶν ἔξοδος εἰς τὸ | |
ἱερὸν καὶ παρεδρευέτωσαν ἐν τῶι ἱερῶι τὴν ἐπιβάλλουσαν τιμὴν καὶ | |
παρεδρείαν ποιούμεναι τῆς θεοῦ· συντελείτω δὲ ὁ νεωκόρος καὶ χο- | |
ροὺς παρθένων ἀϊδουσῶν ὕμνους εἰς Ἄρτεμιν Λευκοφρυηνήν, ἀνιέ[σ]- | |
30 | θωσαν δὲ οἱ παῖδες ἐκ τῶν μαθημάτων καὶ ἀπὸ τῶν ἔργων δοῦλοί τε |
καὶ δοῦλαι, ἐν ἧι ταῦτα ἡμέραι συντελεσθήσεται· τὰς δὲ γινομένας | |
ἱερείας τῆς Ἀρτέμιδος μετὰ στεφανηφόρον Πολυκλείδην καὶ τοὺς | |
στεφανηφόρους ἐν τῶι καθ’ ἑαυτοὺς ἐνιαυτῶι θυσίαν καὶ πομπὴν συν- | |
τελεῖν· ὑπάρχειν δὲ ἐν αὐτῆι ταύτηι τῆι ἡμέραι καὶ τὴν περὶ τῶν | |
35 | ὠνίων οἰκονομίαν μετὰ στεφανηφόρον Πολυκλείδην ἥτις γίνε- |
ται καὶ ἐν τῆι πρώτηι ἡμέραι τοῦ ἐνιαυτοῦ· τὸν δὲ ἱεροκήρυκα [τὸν] | |
νῦν καὶ τὸν κατ’ ἐνιαυτὸν ἀεὶ τοῦδε τοῦ μηνὸς ἐν τῆι ἀποδεδειγ[μέ]- | |
νηι ἱερᾶι ἡμέραι πληθυούσης ἀγορᾶς συνπαρόντων ἐν ἐσθῆσ[ιν] | |
ἐπισήμοις καὶ δάφνης στεφάνοις πολεμάρχων, οἰκονόμω[ν, γραμ]- | |
40 | ματέως βουλῆς, στρατηγοῦ, ἱππάρχων, στεφανηφόρου, ἀν[τιγρα]- |
φέως εὐφημίαν κατανγείλαντα πρὸ τοῦ βουλευτηρίου μετὰ [τῶν παί]- | |
δων κατευχὴν καὶ παράκλησιν παντὸς τοῦ πλήθους ποιεῖσ[θαι τήν]- | |
δε· παρακαλῶ πάντας τοὺς κατοικοῦντας πόλιν καὶ χώρ[αν τὴν Μα]- | |
γνήτων ἐπὶ καλοῖς Ἰσιτηρίοις κατὰ δύναμιν οἴκου κεχ[αρισμένην θυ]- | |
45 | σίαν συντελεῖν Ἀρτέμιδι Λευκοφρυηνῆι τῆιδε τῇ ἡμέ[ραι εὔχεσθαι δὲ] |
καὶ Μάγνησιν αὐτοῖς τε διδόναι καὶ γυναιξὶν ὑγ̣[ί]ε̣ι̣[αν καὶ πλοῦτον Ἄρ]- | |
τεμιν Λευκοφρυηνὴν καὶ γενεὰν τήν τε ὑπά̣[ρχουσαν σώιζεσθαι] | |
καὶ εὐτυχεῖν καὶ τὴν ἐπιγονὴν μακαρίαν [γίνεσθαι —] | |
[․․․]ον δε․χεθ․․․․․13․․․․․․ειο[—] | |
50 | δρύεσθαι προστάξαν[τος |