Decree of boule and demos (of Magnesia Mai.) concerning
festival of Zeus Sosipolis; 197/196 BC; found at Magnesia Mai.:
*IMagnesia 98 + p. 295; Syll2 553; Syll3 589; Sokolowski, LSAM
32; SEG 15, 667.
[ ]
IMagn 98 + p. 295
1 | [στε]φανηφοροῦντ[ος Ἀ]ρ̣ιστέως τοῦ [Δη]μητρ[ί]ου τοῦ |
․․․ω̣νος, μηνὸς Σμισιῶνος, φυλῆς προεδρευ̣ούσης | |
[Ἀττα]λ̣ίδος, γραμματεύοντος τῆι βουλῆι Πυθο[κλ]εί- | |
[δου τ]οῦ Ἡγησίππου, τετράδι ἀπιόντος, ἐν νομαίαι ἐκ- | |
5 | [κ]λ̣ησίαι, προέδρων ἐπιστατοῦντος Μενεστράτου |
τοῦ Ἀρτεμιδώρου, ὑπὲρ τοῦ ἀναδείκνυσθαι ἑκάστου | |
ἐνιαυτοῦ τῶι Διῒ ταῦρον ἀρχομένου σπόρου καὶ ὑπὲρ κατευ- | |
χῆς καὶ πομπῆς καὶ θυσίας καὶ ὑπὲρ τοῦ πήγνυσθαι θόλον | |
ἐν τῆι ἀγορᾶι καὶ στρώννυσθαι στρωμνάς. | |
10 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· γνώμη δήμου· ὅπως οἱ οἰκο- |
νόμοι οἱ ἐνεστηκότες ἀγοράσωσιν ταῦρον καὶ οἱ ἀεὶ καθισ- | |
τάμενοι ἀγοράζωσιν ταῦρον ὡς κάλλιστον τοῦ μη- | |
νὸς τοῦ Ἡραιῶνος ἐν τῆι πανηγύρει ἑκάστου ἔτους | |
καὶ ἀναδεικνύωσι τῶι Διῒ ἀρχομένου σπόρου μηνὸς | |
15 | Κρονιῶνος ἐν τῆι νουμηνίαι μετὰ τοῦ ἱέρεω καὶ τῆς |
ἱερείας τῆς Ἀρτέμιδος τῆς Λευκοφρυηνῆς καὶ τοῦ | |
στεφανηφόρου καὶ τοῦ ἱεροκήρυκος καὶ τοῦ λητουρ- | |
γοῦντος θύτου τῆι πόλει, ἀποστέλλειν δὲ τοὺς παιδο- | |
νόμους παῖδας ἐννέα ἀμφιθαλεῖς, ἀποστέλλειν | |
20 | δὲ καὶ τοὺς γυναικονόμους παρθένους ἐννέα ἀμ- |
φιθαλεῖς· καὶ ἐν τῶι ἀναδείκνυσθαι τὸν ταῦρον κατευ- | |
χέσθω ὁ ἱεροκῆρυξ μετὰ τοῦ ἱέρεω καὶ τῆς ἱερείας καὶ | |
τοῦ στεφανηφόρου καὶ τῶμ παίδων καὶ τῶν παρθένων | |
καὶ τῶμ πολεμάρχων καὶ τῶν ἱππάρχων καὶ τῶν οἰ- | |
25 | κονόμων καὶ τοῦ γραμματέως τῆς βουλῆς καὶ τοῦ |
ἀντιγραφέως καὶ τοῦ στρατηγοῦ ὑπέρ τε σωτηρί- | |
ας τῆς τε πόλεως καὶ τῆς χώρας καὶ τῶμ πολιτῶν | |
καὶ γυναικῶν καὶ τέκνων καὶ τῶν ἄλλων τῶν κατοικούν- | |
των ἔν τε τῆι πόλει καὶ τῆι χώραι ὑπέρ τε εἰρήνης καὶ | |
30 | πλούτου καὶ σίτου φορᾶς καὶ τῶν ἄλλων καρπῶν πάν- |
τ̣ων καὶ τῶν κτηνῶν. δεδόχθαι τῆι βουλῆι καὶ τῶι | |
δήμωι· τὸν στεφανηφόρον τὸν ἀεὶ γινόμενον μετὰ τοῦ ἱέ- | |
ρεω καὶ τῆς ἱερείας τῆς Ἀρτέμιδος τῆς Λευκοφρυην<ῆ>ς ἐξά- | |
[γ]ειν τὴμ πομπὴν τοῦ μηνὸς τοῦ Ἀρτεμισιῶνος τῆι δω- | |
35 | δεκάτηι καὶ θύειν τὸν ταῦρον τὸν ἀναδεικνύμενον, |
συμπομπεύειν δὲ τήν τε γερουσίαν καὶ τοὺς | |
ἱερεῖς καὶ τοὺς ἄρχοντας τούς τε χειροτονητοὺς καὶ | |
[τ]οὺς κληρωτοὺς καὶ τοὺς ἐφήβους καὶ τοὺς νέους καὶ | |
τοὺς παῖδας καὶ τοὺς τὰ Λευκοφρυηνὰ νικῶντας καὶ | |
40 | τοὺς ἄλλους τοὺς νικῶντας τοὺς στεφανίτας ἀγῶνας, |
ὁ δὲ στεφανηφόρος ἄγων τὴν πομπὴν φερέτω ξόα- | |
να πάντων τῶν δώδεκα θεῶν ἐν ἐσθῆσιν ὡς καλλίσ- | |
ταις καὶ πηγνύτω θόλον ἐν τῆι ἀγορᾶι πρὸς τῶι βωμῶι | |
τῶν δώδεκα θεῶν, στρωνύτω δὲ καὶ στρωμνὰς τρεῖς ὡς | |
45 | καλλίστας, παρεχέτω δὲ καὶ ἀκρόαματα αὐλητὴν συρι- |
στὴν κιθαριστὴν, παριστανέτωσαν δὲ καὶ οἱ οἰκονόμοι οἱ ἐν | |
τῶι μηνὶ τὼι Ἀρτεμισιῶνι τῆι δωδεκάτηι ἱερεῖα τρία, | |
[ἃ] θύσουσιν τῶι τε Διῒ τῶι Σωσιπόλει καὶ τῆι Ἀρτέμιδι | |
[τ]ῆι Λευκοφρυηνῆι καὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι, τῶι μὲν | |
50 | [Διῒ] κριὸν ὡς κάλλιστον, τῆι δὲ Ἀρτέμιδι αἶγα, τῷ δὲ Ἀπόλλ[ω]- |
νι ἀττηγὸν, θύοντες τῶι μὲν Διῒ ἐπὶ τοῦ βωμοῦ τοῦ Διὸ[ς] | |
τοῦ Σωσιπόλιος, τῆι δὲ Ἀρτέμιδι καὶ τῶι Ἀπόλλωνι ἐπὶ τ[οῦ] | |
βωμοῦ τῆς Ἀρτέμιδος, λαμβάνειν δὲ τὰ γέρα τὰ ἰθισμέν[α] | |
τοὺς ἱερεῖς τῶν θεῶν τούτων· τὸν δὲ βοῦν ὅταν θύσωσιν, | |
55 | [δ]ιανεμέτωσαν τοῖς συμπομπεύσασιν, τὸν δὲ κριὸν καὶ τὴν |
αἶγα καὶ τὸν ἀττηγὸν διανεμέτωσαν τῶι τε στεφανηφό- | |
[ρ]ωι καὶ τῆι ἱερείαι καὶ τοῖς πολεμάρχαις καὶ τοῖς προέδροις | |
[κα]ὶ νεωποίαις καὶ εὐθύνοις καὶ τοῖς λητουργήσασιν, διανε- | |
[μέ]τωσαν δὲ ταῦτα οἱ οἰκονόμοι. ὅταν δὲ ἀναδειχθῇ ὁ ταῦ- | |
60 | [ρ]ος, ἔγδοσιν ποιείσθωσαν οἱ οἰκονόμοι ὅπως τρέφηται ὑπὸ |
τοῦ ἐργολαβήσαντος, ἀγέτω δὲ ὁ ἐργολαβήσας τὸν ταῦρον | |
εἰς τὴν ἀγορὰν καὶ ἀγειρέτω παρά τε τῶν σιτοπωλῶν | |
καὶ παρὰ τῶν ἄλλων ἀγοραίων ἃ ἀνήκει εἰς τὴν τροφὴν, καὶ ἄ- | |
μεινον εἶναι τοῖς διδοῦσιν, τὸ δὲ ψήφισμα τόδε ἀναγρά- | |
65 | ψαι τοὺς οἰκονόμους εἰς τὸ ἱερὸν τοῦ Διὸς εἰς τὴν παραστά- |
δα, ἀναλισκέτωσαν δὲ εἰς ταῦτα πάντα τὰ γεγραμμένα οἱ [οἰ]- | |
κονόμοι ἐκ τῶν πόρων ὧν ἔχουσιν εἰς πόλεως διο[ίκησιν, τὸ δὲ] | |
[ψ]ήφισ[μα τόδε] εἶναι εἰς φυλακὴν [τῆς χώρας?] |