Sacred law establishing temenos of Sarapis; IIb; found at Magnesia Mai.: *IMagnesia 99 + p. 295; Syll2 554; SEG 4, 509; Sokolowski, LSAM 34; SEG 15, 669; SEG 16, 707; Vidman, Sylloge no. 294; **Sokolowski, GRBS 15, 1974, 445-448 (ll. 1-20, 24-31).  
[ ] IMagn 99 + p. 295
1 [— τὰ μὲν ἄλλα εἶναι]
[πάντα κ]αθότι καὶ το[ῖς ἱερεῦσι τῶν θεῶν ὅσοις θύε]-
ται ἐν τῶι ἐνιαυτῶ[ι ἑκάστωι δημοσίαι· τὰ δὲ θύματα]
[τ]ῶι θεῶι παραστήσου[σι ἀπὸ τοῦ εἰσιόντος ἐνιαυ]-
5 τοῦ οἱ οἰκονόμοι Φαρσαλ[ίωι θύειν ὑπὲρ τοῦ δήμου, ἐν ἑκάστηι]
[τ]ῶν ἑορτῶν  παριστάντες [τὸ εἰς τὴν θυσίαν μεμερισμέ]-
[νο]ν· τὰ δὲ θυθέντα καταναλισκέ[τ]ω[σαν ἐν τῶι ἱερῶι· κατὰ]
[δ]ὲ τὸν ἄλλον χρόνον προσμισθούσθωσαν οἱ [θυσιάζοντες]
[τ]ὰ ἱερὰ καθότι γέγραπται· καταστήσει δ̣ὲ κ[αὶ ἱερέα ἐν τῶι]
10 [τ]εμένει τῶι ἀνατεθέντι τῶι θεῶι· λήψεται δ[ὲ τῶν θυομένων]
[ἐ]ν τῶι τεμένει ἀφ’ ἑκάστου ἱερείου σκέλος καὶ [τῶν τιθεμένων]
[τ]ῶι θεῶι τὰ τρίτα μέρη· ἐν ἄλλωι δὲ τόπωι μὴ [ποιείτω ἱε]-
[ρ]ὸν Σαράπιδος· εἰ δὲ μή, ὀφειλέτω τῶι δήμωι δ[ραχμὰς —ʹ]
[κ]αὶ ὁ τόπος ἔστω τῆς πόλ[εω]ς· φαινέτω [δὲ ὁ χρήιζων ἐπὶ τῶι]
15 [ἡ]μίσει πρὸς τοὺς εὐθύνο[υ]ς, οἱ δὲ εὔθυνοι {καὶ οἱ εὔθυν[οι} εἰσαγόν]-
[των] εἰς τὸ καθ’ ἑξάμηνον παραγινόμενον δ[ικαστήριον· ἀφαι]-
[ρείτω]σαν δὲ οἱ οἰκονόμοι ἐκ τῶν ξυλίνων ὠ[νῶν δραχ]-
[μ]ὰς τρεῖς [κ]αὶ ἐκ τῶν σιτηρῶν [ὠ]νῶν δ̣[ραχ]μ̣ὴ̣ν μ[ίαν καὶ ἀ]-
[πο]δότωσαν τῶι ἱερεῖ· ἐξουσία δὲ ἔστω τῶ[ι] δή[μωι ἆραί τι τοῦ]
20 [νόμο]υ ἢ [ὑπ]ογράψαι ἕτερον ἕως τῆς ἀναφορᾶς.
ἐπὶ Στρατοκλείους
[τ]ῶι πριαμένωι τὴν ἱερεωσύνην τοῦ [Σαράπιδος]
[․4․․]θηι ὅταν παραλάβηι τὴν ἱερεω[σύνην]
[πρὸς τὴ]ν διαγραφὴν καθ’ ἣν ἐπρίατο [προσγρά]-
25 [ψαι καὶ τό]δε παρά[ρ]τημα· ὁ πριάμ[ενος λαβὼν τὸ]
[εἰσ]φερόμενον ὑπὸ τῶν [ἰ]διωτῶ[ν εἰς τὰς σπον]-
[δὰς τὸν] κρατῆρα κιρνᾶι ἐν τῶ[ι ἱερῶι τοῦ Σαρά]-
[πιδος ἔχ]ον[τα] χοῦν οὐ πλεῖον, [τῆς νυκτὸς ἐπι]-
[μελόμ]ενος καὶ τῆς [ἡ]μέρας τὸ δ[ειπνιστήρι]-
30 [ον πᾶσιν τ]ῶν συνόντων ἐν τῶ[ι τεμένει ἀνεωιγμέ]-
[νον παρέχειν —]
Search Help