Honorary inscription in elegiacs for (no name) hiereus,
wife Moschion hiereia, and daughter Klodiane kleidouchos; II/I?;
found at Lagina: Cousin, BCH 11, 1887, 160-161, no. 70; Hula,
Arch-epig. Mitt. aus Öst-Ung. 12, 1887, 77-79; Hicks, CR 2, 1888,
289-290; Peek, GVAK no. 11; SEG 30, 1272; BE 1982:365;
*IStratonikeia 543 (PH) + II 2 p. 35.
[ ]
IStr 543 + II2 p. 35
1 | [—]χ̣ε π̣ᾶ̣σ̣α τ̣ελέσσ[ειν] |
σῆς ἱερῆς [․․]․[․c.4․] φαιδιμόεντι πόθῳ. | |
οὐ γάρ μοι πλούτοιο μεγάνορος ἀμφιμέμυκεν | |
δῶμα περὶ στιλπναῖς λαμπόμενον σταμίσιν· | |
5 | ο[ὐ]δὲ προθυμε̣ίη̣ τελέ[ε]ιν τόσον, [ὅσσ]ον ἀρειὴ |
εὐσεβίην ἱερὴν ἐς τέλος εἰργάσατο· | |
πάντα δὲ σεῖο θυωρός, ὅσον σθένος ἀχήνεσσιν, | |
ἔλλαχεν ἐμμενέως, Ὄμπνια κυδαλίμη. | |
καί τέ σοι ἀρήτειραν ἐμὴν ἄλοχον μὲν̣ ἔθηκα | |
10 | Μόσχιον ἐξ Ἀσίης ᾗ γένος ἐστὶ φίλον, |
Κλωδιανὴν δ’ ἐπὶ οἷ κληδοῦχον, παῖδ’ ἐρατεινήν, | |
κληΐδος ῥαδινῆις χερσὶν ἐφαπτομένην· | |
ὁππόσα δ’ ἐν δαίτησι καὶ εἰλαπίνῃσιν ἔρεξα, | |
οἶδε πάτρης γλυκερῆς πολλάκι μαρτυρίη· | |
15 | π[άν]τα δ’ ἔρεξα, τά μοι σθένος ὤπασεν οἷα λιπερνὴς |
[ναὶ] μά σε καὶ τ[ὴ]ν̣ σ̣[ή]ν, δαῖμον, ἀποτροπίην· | |
[․c.6․․]καιροιο [․․․]ο[․․․]τε[—] | |
[․․c.7․․]α[․]ς παλα̣[—] |