Honorary inscription in elegiacs for (no name) hiereus, wife Moschion hiereia, and daughter Klodiane kleidouchos; II/I?; found at Lagina: Cousin, BCH 11, 1887, 160-161, no. 70; Hula, Arch-epig. Mitt. aus Öst-Ung. 12, 1887, 77-79; Hicks, CR 2, 1888, 289-290; Peek, GVAK no. 11; SEG 30, 1272; BE 1982:365; *IStratonikeia 543 (PH) + II 2 p. 35.  
[ ] IStr 543 + II2 p. 35
1 [—]χ̣ε π̣ᾶ̣σ̣α τ̣ελέσσ[ειν]
σῆς ἱερῆς [․․][․c.4․] φαιδιμόεντι πόθῳ.
οὐ γάρ μοι πλούτοιο μεγάνορος ἀμφιμέμυκεν
δῶμα περὶ στιλπναῖς λαμπόμενον σταμίσιν·
5 ο[ὐ]δὲ προθυμε̣ίη̣ τελέ[ε]ιν τόσον, [ὅσσ]ον ἀρειὴ
εὐσεβίην ἱερὴν ἐς τέλος εἰργάσατο·
πάντα δὲ σεῖο θυωρός, ὅσον σθένος ἀχήνεσσιν,
ἔλλαχεν ἐμμενέως, Ὄμπνια κυδαλίμη.
καί τέ σοι ἀρήτειραν ἐμὴν ἄλοχον μὲν̣ ἔθηκα
10 Μόσχιον ἐξ Ἀσίης ᾗ γένος ἐστὶ φίλον,
Κλωδιανὴν δ’ ἐπὶ οἷ κληδοῦχον, παῖδ’ ἐρατεινήν,
κληΐδος ῥαδινῆις χερσὶν ἐφαπτομένην·
ὁππόσα δ’ ἐν δαίτησι καὶ εἰλαπίνῃσιν ἔρεξα,
οἶδε πάτρης γλυκερῆς πολλάκι μαρτυρίη·
15 π[άν]τα δ’ ἔρεξα, τά μοι σθένος ὤπασεν οἷα λιπερνὴς
[ναὶ] μά σε καὶ τ[ὴ]ν̣ σ̣[ή]ν, δαῖμον, ἀποτροπίην·
[․c.6․․]καιροιο [․․․]ο[․․․]τε[—]
[․․c.7․․]α[․]ς παλα̣[—]
Search Help
Contact Us