Dedication to Apollo and Artemis by Koranzeis, Skoaranos,
and wife Te[ ... ] of wooded land in Koarbonda; c. 350 BC; found
at Lagina: M. Ç. Şahin, Anadolu 17, 1973, 189-192, no. 2 (PH);
SEG 26, 1229; BE 1979:466; *IStratonikeia 502 (PH); Hornblower,
Mausolus M13; SEG 35, 1092.
[ ]
IStr 502
1 | [․]ωσι τῶι Ἀπόλλωνι καὶ τῆ̣[ι Ἀρτέμιδι] |
Κωρανζεῖς. Σκοαρανος δὲ καὶ Τε[—], | |
ἡ γυνὴ αὐτοῦ, ἀνέθηκαν Ἀπόλλωνι | |
καὶ Ἀρτέμιδι γῆν ἔνδενδρον τὴν | |
5 | καλουμένην ἐγ Κοαρβώνδοις ἐλα- |
ῖτιν, ἀριθμῶι δένδρη τεσσεράκοντα, | |
σπόρου μεδίμνων εἴκοσι, ἣν ὁμουρεῖ | |
τὰ ἱερὰ χωρία τῆς Ἀρτέμιδος, ὅπως | |
διαμένῃ αὐτοῖς τὸν ἀεὶ χρόνον. ἐπι- | |
10 | μεληθῆναι δὲ Ἑκατόμνων Οβορκα, |
Υσσωλλον Αρτα̣ου ἐξ Υθυβίρων, Μάνην̣ | |
Ἀρτίμου, Παον Πακτύου ἐκ Παταρούσων, | |
Πακτύην Μανέω, Δερσωμανην Θuσσου | |
Ἀγγωρέας, Ἑκαταῖον Ἑκατόμνω, Μάνην | |
15 | Ἑκατόμνω Λαγινέας, Ιδβελαν Μυός, |
Υργοσων Υσσαλδομου Ὠνδρέας, ὅπως | |
ἂν τὸ δόγμα ἀναγραφῆ ἐν στήληι λιθί- | |
νηι καὶ σταθῆι ἐν τῶι τεμένει το͂ Ἀπόλλω- | |
νος καὶ τῆς Ἀρτέμιδος· ἔδωκαν δὲ Κω- | |
20 | ρανζεῖς καὶ ὃς ἂν τοῦ μνήματος τοῦ |
Σκωράνου ἐπιμελῆται, τῶν δούλων ἀτε- | |
[λὴ εἶναι καὶ πάντω]ν πλὴμ φόρωμ βασιλικῶν. |