Dedication to Apollo and Artemis by Koranzeis, Skoaranos, and wife Te[ ... ] of wooded land in Koarbonda; c. 350 BC; found at Lagina: M. Ç. Şahin, Anadolu 17, 1973, 189-192, no. 2 (PH); SEG 26, 1229; BE 1979:466; *IStratonikeia 502 (PH); Hornblower, Mausolus M13; SEG 35, 1092.  
[ ] IStr 502
1 [․]ωσι τῶι Ἀπόλλωνι καὶ τῆ̣[ι Ἀρτέμιδι]
Κωρανζεῖς. Σκοαρανος δὲ καὶ Τε[—],
ἡ γυνὴ αὐτοῦ, ἀνέθηκαν Ἀπόλλωνι
καὶ Ἀρτέμιδι γῆν ἔνδενδρον τὴν
5 καλουμένην ἐγ Κοαρβώνδοις ἐλα-
ῖτιν, ἀριθμῶι δένδρη τεσσεράκοντα,
σπόρου μεδίμνων εἴκοσι, ἣν ὁμουρεῖ
τὰ ἱερὰ χωρία τῆς Ἀρτέμιδος, ὅπως
διαμένῃ αὐτοῖς τὸν ἀεὶ χρόνον.  ἐπι-
10 μεληθῆναι δὲ Ἑκατόμνων Οβορκα,
Υσσωλλον Αρτα̣ου ἐξ Υθυβίρων, Μάνην̣
Ἀρτίμου, Παον Πακτύου ἐκ Παταρούσων,
Πακτύην Μανέω, Δερσωμανην Θuσσου
Ἀγγωρέας, Ἑκαταῖον Ἑκατόμνω, Μάνην
15 Ἑκατόμνω Λαγινέας, Ιδβελαν Μυός,
Υργοσων Υσσαλδομου Ὠνδρέας, ὅπως
ἂν τὸ δόγμα ἀναγραφῆ ἐν στήληι λιθί-
νηι καὶ σταθῆι ἐν τῶι τεμένει το͂ Ἀπόλλω-
νος καὶ τῆς Ἀρτέμιδος· ἔδωκαν δὲ Κω-
20 ρανζεῖς καὶ ὃς ἂν τοῦ μνήματος τοῦ
Σκωράνου ἐπιμελῆται, τῶν δούλων ἀτε-
[λὴ εἶναι καὶ πάντω]ν πλὴμ φόρωμ βασιλικῶν.
Search Help
Contact Us