Hiereus inscription of Tib(erius) Cl(audius) Aristeas
Menandros and Aelia Glykinna, who gave money for constructing
balaneion; 2e/3b; found at Lagina: Newton, Discoveries II
792-793, no. 97; Laumonier, BCH 61, 1937, p. 249 note 2, pp.
251-252 no. 55, p. 262 no. 71, and p. 277 supra; Laumonier, BCH
62, 1938, 280; Robert, Glad. no. 163; *IStratonikeia 701 (PH).
[ ]
IStr 701
1 | ἱερεῖς καὶ τῆς ἐπιφανεστάτης θεᾶς Ἑκάτης ὑποσχόμε- |
νοι πρόσφατον, Τιβ(έριος) Κλ(αύδιος), Κλ(αυδίου) Ἀριστέου υἱός, Κ[υρ]είνα, Ἀριστέ- | |
ας Μένανδρος καὶ Αἰλ(ία), Αἰλ(ίου) Εἰρηναίου θυγάτηρ, Γλύκιννα, | |
μεθ’ ἣν ἐτέλεσαν ἀρχιερωσύνην ἐπὶ φιλοδωρίαις καὶ κυ- | |
5 | νηγεσίοις, ἱεράσαντο καὶ τῆς θεοῦ, καὶ τήν τε πόλιν ἱστί- |
ασαν πᾶσαν καὶ ἔδωκαν διανομῆς ἑκάστῳ τῶν πολιτῶν | |
ἀνὰ δηνάρια δύο ἐν τῷ θεάτρῳ, ἕκαστον δῆμον ἐκ τῶν | |
δέλτων καλέσαντες, ἐγυμνασιά[ρ]χησαν δὲ ἐν τῇ πόλει | |
τῇ τῆς κλειδὸς πομπῇ ἡμέρας δύο πρῶτοι καὶ ἐν τῷ περι- | |
10 | πολίῳ τὰς εἰθισμένας ἡμέρας, ἔδωκαν δὲ καὶ τὰ τῆς |
Σεβαστῆς δηνάρια χείλια ἐν αὐτῷ τῷ τῆς ἱερωσύ- | |
νης ἐνιαυτῷ εἰς ἐπισκευὴν καὶ κατασκευὴν βαλανεί- | |
ου, οὗ ὁ πάππ[ος τ]οῦ Ἀριστέου Φλά(ουιος) Αἰνέας ἀνέθηκεν | |
τῃ πόλει, [τοῦτ]ο τοῦ Ἀριστέου ἀνέντος τῇ πατρί- | |
15 | δι τῷ [αὐτῷ ἐν]ιαυτῷ τοῦ βαλανείου μέρος. |