[Hiereus] inscription of [Epainet]os [Pam]philos
Ko(liorgeus) and wife Fla(via) Artemon Hie(rokometis), mentioning
decoration of stoa; 2e; found at Lagina: Hatzfeld, BCH 44, 1920,
89-90, no. 20; SEG 4, 241; BE 1924:355; Laumonier, BCH 61, 1937,
p. 267 no. 89 and pp. 284-285 no. 120; Laumonier, BCH 62, 1938,
274; *IStratonikeia 685 (PH).
[ ]
IStr 685
1 | [ἱερεὺς ἐπ]αν̣[γειλάμε]ν̣ο[ς] |
[Ἐπαίνετ]ος δὶς τοῦ Γαλέστο[υ Πάμ]φιλος Κο(λιοργεύς), δρομεὺς Ἁλιο- | |
[νίκης ἱερον]ίκης, πλειστονίκης, παρά[δοξ]ος ἱέρια γυνἡ αὐτοῦ Φλα(oυία), | |
[— θυγάτηρ,] Ἄρτεμον Ἱε(ροκωμήτις), ἐτέλεσαν τὴν [ἱερωσ]ύνην εὐσεβῶς μὲν πρὸς | |
5 | τὴν θεόν, φιλοτίμως δὲ πρὸς τ[οὺς πολ]είτας καὶ ξένους, ἑστιάσαντες |
τῇ μὲν Σεβαστῇ τοὺς ἐν τῇ πό[λει πάντ]ας, ἑστιάσαντες δὲ καὶ ταῖς | |
[ἑορταῖς] ἑξῆς τοὺς ἐν τῷ περιπολίῳ καὶ [τοὺς πε]ριοικοῦντας πάντας, γυμνα̣- | |
σιαρχήσαντες δὲ καὶ ταῖς ἑορτ[ασίμοις ἡ]μέραις καὶ τῇ κλειδαγωγ̣[ῇ] | |
ἐν τῇ πόλει, θέντες τὸ ἔλαιον ἀν[έδην πάσῃ τύ]χῃ καὶ ἡλικίᾳ, καὶ τοὺς δε[η]- | |
10 | θέντας καὶ θεατρικοὺς ἐτίμησα[ν, καὶ ἔδωκαν] τῇ τελευταίᾳ τριακ̣ά̣δ̣ι̣ |
διανομὴν τοῖς ἐν τῷ περιπολίῳ, ἐχ[αρίσαντο δὲ] καὶ τὰ ἱερὰ τοῖς θύουσιν, ἐσκού- | |
τλωσαν δὲ καὶ λίθῳ ποικίλῳ στοὰν [τοῦ Ἀζ]α̣νίου βαλανίου τὴν πρὸς τῷ ψ̣υ̣- | |
χρολουσίῳ σὺν καὶ τῷ ἀδελφῷ τοῦ [ἱερέως Γαλ]έ̣στῃ Ἐπαινέτου ἱερατεύοντι με- | |
θ’ αὑτόν, συνφιλοτιμουμένων ἰς [τὴν θεὸν τοῦ πατρὸς] Ἐπαινέτου τοῦ Γαλέστου | |
15 | καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Γαλέ[στου τοῦ Ἐπαι]ν̣έτου καὶ τῶν ὑῶν τῆς ἱε[ρί]- |
ας {ς} Φλα(ουίου) Δημητρίου καὶ [— Μέν]τ̣ορος· Μενέδημος | |
[— νεω]κόρ[ος —] |